νους ἢ πάλαι, τῆς εἰς τοῦτο σπουδῆς ἁψάμενοι. κατανοήσατε γὰρ, φησὶ, καὶ ἀναμνήσθητε, τίνες ἦτε, τουτέστιν, ὅπως τε καὶ τίνα τρόπον διέκεισθε, πρὶν ἐπιθεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ Κυρίου. τότε μὲν γὰρ, φησὶ, συναγηγερμένα μόλις ἱδρῶσι μακροῖς τὰ ἐξ ἀγρῶν τε καὶ ἅλω, κριθῆς εἴκοσι σάτα· 1
μέτρον δὲ οἶμαι τὸ σάτον· ἐναπετίθεσθε κυψέλῃ· εἶδος δ’ ἃν νοοῖτο καὶ τοῦτο καρπῶν ἀποθήκης· καὶ ἐγινετο κριθης δέκα σάτα, σητὸς δηλονότι δαπανῶντός που τάχα καὶ εἰς χοῦν ἀπολεπτύνοντος τοὺς καρποὺς ἐκ θείας ὀργῆς. εἰ δὲ δὴ καὶ εἰς ληνὸν ἀφίκετό τις, πεντήκοντα μετρητὰς ἀρυσόμενός
τε καὶ μεταγγιῶν, ἐν ἀδοκήτῳ μειώσει τὸ μέτρον εὑρὼν, κατετεθήπει λοιπόν. ἐπατάχθητε δὴ, φησὶ, καὶ ἑτέραις πληγαῖς, ἀφορίαις, ἀνεμοφθορίαις, χαλάζαις· καὶ πάλιν ἦτε 2 σκληροί. οὐ γὰρ ἐπεστρέψατε πρὸς μὲ, φησί.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.