ἔχοντα διαφαίνεται τοῖς προλαβοῦσι τὴν ἔννοιαν. ἐπειδὴ γὰρ, ὡς ἔφην, ἀνεπτόηντο λίαν εἰς φιλοκερδείας καὶ πλεονασμούς· πρόφασις δὲ αὕτη τῆς ῥᾳθυμίας αὐτοῖς ἀνεδείκνυτο, καίτοι τὸν θεῖον ἀναδείμασθαι ναὸν ἐπιτεταγμένοις· αἰτιᾶται λοιπὸν ἀναγκαίως ἐπὶ τούτοις αὐτούς. ὀρθρινὰ δὲ λήμματά
φησι διά τοι τὸ ἐφ’ ἑτέρῳ μηδενὶ τὰς ἐν ὄρθρῳ προόδους τε καὶ σπουδὰς ἑωθινὰς, πλὴν ὅτι τούτου γε ἕνεκα καὶ μόνου, τοῦ λημμάτων ἐφίεσθαι λέγω. καὶ ὕπερ γε τούτων 2 ὀδυνηθήσεσθαί φησιν αὐτοὺς, μηδὲ εἰς πέρας αὐτοῖς τὸ πόθου μένον ἐξιόντος τοῦ σκοποῦ. Θεοῦ γὰρ οὐ κατευθύνοντος,
νοντος, καὶ τὴν τῶν πρακτέων ἡμῖν οὐ καταλεαίνοντος ὁδὸν, εἰκαία που πάντως καὶ ἀνόνητος ἡ ἐφ’ ὁτῳοῦν ἀνθρώπου 3 4 σπουδή. γέγραπται γὰρ ὅτι “ Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ “ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν.“ προτετιμηκότες δὴ οὖν τοῦ τὸν θεῖον ἐγείρειν ναὸν τὰ ὡς ἐν ὄρθρῳ τε καὶ ὑπὸ τὴν ἕω λημματα, καὶ τῶν ἀμεινόνων τὰ 5 αἰσχίω προτάττοντες, ἕτερόν τι πρὸς τούτῳ δεινὸν προσαῤῥωστοῦντες
ἡλίσκοντο. μεμισήκασι γὰρ τοὺς ελέγχοντας ἐν πύλαις. τὸ δὲ ἐν πύλαις νοήσεις, ἀντὶ τοῦ, ἐναργῶς. ἀνθ᾿ ὅτου δὲ μεμισήκασι; τοῖς γὰρ ἅπαξ κεκρατημένοις ὑφ᾿ ἡδονῶν πονηρῶν, καὶ ἀχαλίνως ὠλισθηκόσιν ἐπὶ τὸ ἑλέσθαι δρᾶν ἃ μὴ θέμις, οὐδ᾿ ἂν εἶεν ἡδεῖς οἱ ἐπανορθοῦν ἰσχύοντες,
φορτικοὶ δὲ μᾶλλον καὶ κατεστυγημένοι· καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων καταλογισθεῖεν ἄν;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.