νοῦν ὑπεμφαίνειν ἔοικε, κατά γε τὸ αὐτῷ μοι καλῶς ἔχειν 1 δοκοῦν. οὐκοῦν ὅτε τοῖς εἰδώλοις λελατρευκότα τὸν Ἰσραὴλ, καὶ τοῖς Αἰγυπτίων ἕθεσί τε καὶ νόμοις ἐκτεθραμμένον ἐλευθεροῦν ἐσκέπτετο, καὶ πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν μετακομίζειν ἤθελε , μονονουχὶ καὶ καταδονήσας ὁρᾶται τὰ
2 πάντα, τῶν μὲν ὑδάτων εἰς αἷμα μετεσκευασ μένων, οὐρανοῦ δὲ χάλαζαν καθιέντος, τεμνομένης θαλάσσης καὶ πηγνυμένων τῶν ἐν αὐτῇ κυμάτων ἐν εἴδει τειχῶν, οὐρανοῦ τὸ 3 μάννα καταστάζοντος. καί τι τοιοῦτον ὁ ψαλμῳδὸς ὑπεμφαίνει λέγων “ Ὁ Θεὸς ἐν τῷ προπορεύεσθαί σε ἐνώπιον 4 τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ 5 ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἕσταξαν.” σεσεῖσθαι δέ
φαμεν τὸ τηνικάδε τὴν γῆν, οὐχ ὑπομείνασαν τὸν συνήθη κλόνον, ἀλλ’ ὡς ἐπισήμου γενομένης τῆς ἐξόδου τῶν υἱῶν Ισραὴλ, καὶ λαθούσης οὐδένα τῶν ἐπὶ τῆς γῆς. τοιοῦτόν τινα σεισμὸν πάλιν ἔσεσθαι φησι κατὰ τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας καιρὸν, ὡς οὐδενὸς ἀγνοήσειν μέλλοντος τὰ
δι’ αὐτῆς κατορθώματα. ἔγνω μὲν γὰρ ὁ οὐρανὸς τὸ μυστήριον, καὶ τούτου μάρτυς ὁ Παῦλος λέγων “ Ἵνα γνωρισθῇ 6 “νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις, διὰ 7 τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρό- “ θέσιν τῶν αἰώνων ἢν ἐποίησεν ἐν τῷ χριστῷ Ἰησοῦ
“ Κυρίῳ ἡμῶν.” ἔγνω δὲ ὁμοίως καὶ ἡ σύμπασα γῆ, καὶ ἡ θάλασσα, τουτέστιν αἱ νῆσοι. τίς γὰρ ὅλως τῆς εἰς τοῦτο γνώσεως ἀμοιρήσας ὁρᾶται ; ποία θάλασσα, ποῖον ἔθνος, ποία μοῖρα τῆς ὑπ’ οὐρανόν ; κεκήρυκται “ τὸ εὐαγ- 8 “ γέλιον εἰς πάντα τὰ ἔθη,” κατὰ τὴν τοῦ Σωτῆρος φωνήν.
ἔτι τοίνυν φησὶν ἄπαξ ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τότε ηξει τα εκλεκτα παντων τῶν ἐθνῶν εθνων πλήσω τὸν οἰκον τοῦτον δόξης. πλεῖστοι γὰρ ὅσοι καὶ ἐκ παντὸς ἔθνους καὶ 9 λαμπροὶ καὶ ἀπόλεκτοι γεγόνασιν οἱ πεπιστευκότες, καὶ ὡς ἐν τάξει λαμπρῶν ἀναθημάτων εἰς τὸν οἶκον τοῦ Θεοῦ
συναγηγερμένοι, καὶ δόξαν αὐτῷ διὰ τούτου προσάπτοντες, 10 εὐκλεᾶ τε καὶ ἀοίδιμον ἀποφαίνοντες, καὶ δεδοξασμένοι παρὰ Χριστοῦ. μεμαθήκασι γὰρ προσεύχεσθαί τε καὶ 11 “Καὶ ἕσται ἡ λαμπρότης κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ καὶ πάλιν “ Εὐλογημένοι ἡμεῖς τῷ κυρίῳ, τῷ ποιήσαντι “ οὐρανὸν καὶ τὴν γῆν.” ὅτι δὲ οὐχ ὕλης ἀψύχου δεῖται 12 Θεὸς, ἀλλὰ νοητῆς εὐκοσμίας, ὑπεμφαίνει λέγων Ἐγὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον λέγει Κύριος παντοκρἀτωρ. ὅμοιον γὰρ ὡς εἰ λέγοι Μῆ ἀκλεᾶ νομίζετε τὸν ναὸν, ὅτι χρυσοῦ καὶ ἀργύρου καὶ τῆς ἐκ πλούτου λαμπρότητος ἀμοιρήσει τυχόν. οὐ δεδέημαι τῶν τοιούτων· πόθεν ; ἐμὸν γὰρ τὸ πᾶν
ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον λέγει Κύριος παντοκράτωρ. ζητῶ δὲ μᾶλλον γνησίους προσκυνητὰς, τῇ τοιούτων λαμπρότητι τὸν ἐμὸν καταχρυσώσω ναόν. ὥσπερ γὰρ, ὅτε τῶν κατὰ 13 νόμον θυσιῶν ἐξίστη τὸν Ἰσραὴλ, ἔφασκεν ἀναγκαίως “Οὐ 14 “ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, ούδἐ ἐκ τῶν ποιμνίων “ σου χιμάρους· ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ “ κτήνη ἐν τοῖς ὄρεσι, καὶ βόες·’’ οὕτω κἀνθάδε τὸν ἐξ κόσμον παραιτούμενος, ζητῶν δὲ μᾶλλον τὸν νοητὸν, ἐμὸν φησὶ τὸ άργύριον κα) ἐμὸν τὸ χρυσίον, τουτέστιν Ἀπέχω καὶ πεπλήρωμαι καὶ δεδέημαι τῶν τοιούτων οὐδενός· ἴτω δὲ
μᾶλλον ὁ πίστιν ἔχων ὀρθὴν, ὁ τοῖς ἐξ ἀρετῆς αὐχήμασι διαπρέπων, ὁ ἀγάπη τῆ εἰς ἐμὲ κατηγλαϊσ μένος, ὁ καθαρὸς 15 τὴν καρδίαν, ὁ πτωχὸς τῷ πνεύματι, ὁ φιλοικτίρμων καὶ ἀγαθός. συναγηγερμένοι γὰρ οὕτως εἰς ’τον ἐμὸν ναὸν, 16 τουτέστι τὴν κλησίαν, εὐκλεᾶ καὶ περίοπτον ἀποφανοῦσιν αὐτήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.