τοῦ θείου ναοῦ, τουτέστι τῆς Ἐκκλησίας, ἰσχύν τε ἅμα χαρίζεται καὶ δίδωσι τὸ θαρσεῖν, ὅτι καὶ συνέσται διὰ τοῦ Ἀγίου Πνεύματος, καὶ πάντα αὐτοῖς ἀποπερανεῖ τὰ δι᾿ ὧν ἂν δύναιντο λαμπρὸν καὶ εὐδόκιμον τὸν οἰκεῖον ἀποφῆναι βίον. οὕτω καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς
οἰκοδομεῖν μέλλουσι τὴν Ἐκκλησίαν τοῖς ἁγίοις ἀποστόλοις, καὶ εἰς ναὸν ἅγιον συναγείρειν τοὺς πεπιστευκότας ἔφασκεν ἀναγκαίως, ὅτι “ Ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας 2 “καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος.” ὅτι δὲ ἕμελλε συνεῖναι πάλιν αὐτοῖς διὰ τοῦ Πνεύματος, σαφηνιεῖ πάλιν αὐτὸς, ποτὲ
μὲν λέγων ὅτι “Oὐκ ἀφήσω ὑμᾶς ὀρφανοὺς, ἔρχομαι πρὸς ὑμᾶς.” 3 ποτὲ δὲ τὸν τῆς ἀφίξεως τρόπον ἐναργῆ καθιστὰς, διὰ τοῦ φάναι πάλιν “Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ ἐγὼ 4 “ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς, ἐὰν δὲ “ ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς.” οὐκοῦν σύνεστι μὲν
τοῖς οἰκοδομοῦσι τὸν οἶκον αὐτοῦ, ἀποφοιτᾷ δὲ πάλιν καὶ 5 ὁλοτρόπως ἀπανίσταται τῶν κατασειόντων αὐτόν. εἶεν δ 6 ἃν οὗτοι πάλιν, οἱ ἐν Βεελξεβοὺλ λέγοντες Ἀνάθεμα Ἰησοῦν, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, καὶ ταῖς τῶν ἁπλουστέρων ψυχαῖς τὸν τῆς ἀπωλείας ἰὸν ἐγχέοντες.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.