τῆς Ἱερουσαλὴμ πεποιημένων μένων τὴν κατάρρησιν παρά γε τοῖς 2 τὰ Περσῶν ἰθύνουσι κράτη. Δαρείου γεμὴν ἔτος ἤδη τρίβοντος ἐν τῇ βασιλείᾳ δεύτερον, εἶτα τῆς φιλεργίας αὐτοῖς ἀπαραπόδιστόν τε καὶ ἐλευθέραν ἀνέντος τὴν ἐξουσίαν, καὶ δρᾶν τὸ δοκοῦν ἐπιτεταχότος, καὶ ὁσίων ἔχεσθαι σπούδασμάτων, προσαπονείμαντος δὲ καὶ χρημάτων πόρους, εὐάφορμον
3 μὲν οὐκ ἔτι τὸ ῥᾳθυμεῖν, ἀλλ’ ἔξω παντὸς ἐφαίνετο λόγου, καὶ ἀπίθανον κομιδῇ κομιδῇ τὴν σκῆψιν. γίνεται τοίνυν ὁ λόγος ἐν χειρὶ Ἁγγαιου. τὸ δὲ ἐν χειρὶ νοήσεις, ἀντὶ τοῦ, διαχειρίζοντος, ἤγουν διακονουμένου τοῖς παρὰ Θεοῦ λόγοις, καὶ τὴν τῆς προφητείας λειτουργίαν ἐκπράττοντος. ἐπισημαίνεται
δὲ χρησίμως καὶ αὐτοὺς τοὺς χρόνους, καθ’ οὓς ὁ Δαρεῖος τὰ τοιάδε προστέταχε, προαποτέμνων, ὡς ἔφην, τῶν ἐξ Ἰσραὴλ τὰς ἐπί γε τῷ ῥαθυμεῖν ἑλέσθαι πάλιν ἀσυνέτους εὐρεσιλογίας.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.