λόγος πρὸς τὸν μακάριον Προφήτην Ἀγγαῖον. τί δὴ οὖν ἄρα κἀπὶ τούτῳ λογιούμεθα, καὶ τίς ἡ πρόφασις, εἰπεῖν ἀναγκαῖον. τληπαθεῖν ἀρξάμενοι, καὶ τῶν εἰς τὸν θεῖον 1 ναὸν ἁψάμενοι φροντισμάτων, ἑβδόμην τε καὶ εἰκοστὴν εἰς τοῦτο λοιπὸν διατετελεκότες ἡμέραν, ὀλιγοψυχοῦντες ἡλίσκοντο,
κἀκεῖνό που τάχα διαψιθυρίζοντες ἢ ἔν γε σφίσιν αὐτοῖς, ἢ πρὸς ἀλλήλους, ὅτι πονοῦσιν εἰκῆ· κἂν εἰ γένοιτο τυχὸν ἀναδείμασθαι τὸν νεὼν, ἀλλ’ οὖν ἕσται κατ’ οὐδένα τρόπον τῷ πρώτῳ προσεοικώς. ὁ μὲν γὰρ ἦν λαμπρὸς ἄγαν καὶ φιλοτίμῳ χειρὶ κατεσκευασμένος, χρυσοῖς τε καὶ ἀργυροῖς 2
ἀναθήμασιν εὐπρεπής· ὁ δὲ ἀκαλλὴς καὶ παντὸς κόσμου δεδεημένος καὶ τῆς ἐκ πλούτου φιλοτιμίας τητώμενος. ἐκεῖνον μὲν γὰρ τὸν πρῶτον πλούτῳ κομῶντες ἔτι κατηγλάιζον ἀμφιλαφῶς οἱ ἐν τοῖς Ἰεροσολύμοις βεβασιλευκότες κατὰ καιροὺς, καὶ πρό γε τῶν ἄλλων ὁ Σολομών. τὸν δὲ μόλις
ἀνανενευκότες, καὶ τὸν τῆς αἰχμαλωσίας ἱδρῶτα στάζοντες ἔτι, ἔχοντές τε κατ’ οἴκους παντελῶς οὐδὲν, οἰκοδομεῖν προσετάττοντο. τοιούτοις τισὶ διαλογισμοῖς νηχόμενοι καὶ 3 ἀλύοντες εἰργάζοντο μὲν, πλὴν ἀπρόθυμοί τε καὶ ὀκνηροὶ 4 γεγονότες κατεφωρῶντο πάλιν. ταύτῃτοι ὁ Θεὸς ἀσθενοῦντας επιρρωννυσι, ἐπιρρώννυσι, καὶ χρησιμωτάτην αὐτοῖς προσάγει τὴν πεῦσιν, εἰ δή τις ἄρα ἐστὶν ἐν αὐτοῖς, ὃς ἐν δόξῃ τῇ πρώτη τὸν πάλαι τεθέαται ναόν. ὀλίγοι δὲ ἦσαν κομιδῆ καὶ γεγηπακότες.
πεπόρθητο μὲν γὰρ ὑπὸ τοῦ Ναβουχοδουόσορ ὁ ναὸς, καὶ ἦν αἰχμάλωτος ὁ Ἰσραὴλ, ἀνείθη δὲ μόλις πεπερασμέων ἐτῶν ἑβδομήκοντα. δυσεύρετος οὖν ἄρα καὶ σφόδρα πρεσβύτης ὁ καὶ πρὸ τῆς πορθήσεως ὢν, καὶ ζήσας ἐν τῆ αἰχμαλωσίᾳ, καὶ ὑπονοστήσας αὖθις εἰς Ἱεροσόλυμα.
5 διὰ τοῦτό φησι Τις ἕσταιξ ἐξ ὑμῶν ἅνθρωπος, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν, εἶτα ὄψεται τὸν ἐσόμενόν τε καὶ νεόν ὡς μηδόλως ὑπάρχοντα ; ἔνεστι δὲ δὴ τῇ πεύσει μομφὴ, ὡς μὴ οἰηθέντων, ὅτι κἂν εἶεν αὐτοὶ στενοί τε λίαν καὶ ἐν ἐνδείᾳ χρημάτων, ἀλλ’ οὖν οὐκ ἂν ἠτόνησεν ὁ Θεὸς,
ἀρκέσει δὲ πάλιν αὐτὸς εἴς γε τὸ χρῆναί φημι πανεύφημόν τε καὶ εὐκλεᾶ τὸν ἴδιον ἀποδεῖξαι ναόν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.