μετ’ αὐτῶν, καὶ ἐξήγειρε τὸ πνεῦμα αὐτῶν. εἰσόμεθα δὴ οὖν κἀντεῦθεν, ὅτι κἂν εἰ ἕλοιτό τις τὸ ἐθελουργεῖν εἰς τὸ ἀγαθόν· κἂν εἰ ἐν προθυμίαις γένοιτο ταῖς τοιαῖσδε τυχὸν, ἀλλ’ οὐδὲν ὅλως ἀποπερανεῖ, μὴ οὐχὶ συνόντος τε αὐτῷ τοῦ Θεοῦ καὶ διανιστάντος εἰς εὐτολμίαν, καὶ καταθήγοντος εἰς τὸ τληπαθὲς,
καὶ τὸν ἐπὶ ταῖς φιλεργίαις ἀποκείροντος ὄκνον. τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος περὶ τῶν τὸ θεῖον πεπιστευμένων κήρυγμά φησιν ὅτι περισσότερον αὐτῶν 3 “ πάντων ἐκοπίασα·’’ προσεπήγαγε δὲ πανσόφως “ οὐκ 4 “ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.’’ καὶ μὴν
καὶ αὐτὸς ὁ Σωτῆρ’ τοῖς ἁγίοις ἀποστόλοις “ Χωρὶς ἐμοῦ,” 5 φησὶν, “ οὐ δύνασθε ποιεῖν οὐδέν. αὐτὸς γὰρ ἡμῶν ἡ ἔφεσις καὶ ἡ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν προθυμία, αὐτὸς ἡ ἰσχὺς, καὶ συνόντος μὲν ἡμῖν εὐδοκιμήσομεν, ἑαυτοὺς οἰκοδομοῦντες “ εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ 6
“ ἐν Πνεύματι·” ἀποφοιτῶντος δὲ καὶ νοσφιζομένου, πῶς ἃν ἐνδοιάσειε τις, ὅτι καὶ ἀπρακτήσομεν ὄκνῳ τε καὶ ἀνανδρίᾳ 7 νικώμενοι, καὶ ὡς ἀκερδῆ τὸν πόνον ἀποσειόμενοι;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.