σφίσι κατεπαγγέλλεται, οὗ τί ἃν γένοιτο τὸ ἰσοστατοῦν ; Θεοῦ γὰρ συνόντος, ἅπαν μὲν ἡμῖν ἐκποδὼν οἰχήσεται βλάβος, εἰσβαλεῖ δὲ πάντως τὰ ἀγαθὰ, καὶ βεβηκότες εὐθὺς 1 οἱ τῆς εὐημερίας ἀναφανοῦνται τρόποι, καὶ πᾶν ὁτιοῦν τῶν ἡδίστων συμβήσεται. εἰ δὲ δὴ φάσκοι τὸ γράμμα τὸ ἱερὸν
ἄγγελον κυριοῦ τὸν Ἀγγαῖον, οἰέσθω μηδεὶς ἄγγελον μὲν εἶναι κατὰ φύσιν αὐτὸν, γεννηθῆναι δὲ καθ’ ἡμᾶς ἄνθρωπον ἐκ γυναικός· ἀπόπληκτον γὰρ κομιδῆ τὸ ὧδε νοεῖν· οἰησόμεθα δὲ μᾶλλον, εἴπερ ἐσμὲν ἐν καλῷ φρενὸς καὶ νοῦ βλέποντος εἰς τὸ ἀτρεκὲς, ἀπὸ τοῦ ἀγγέλλειν ἅγγελον εἰρῆσθαι
καὶ ὀνομάζεσθαι. ἐπεὶ τὸ λυποῦν οὐδὲν καὶ εἰς ἑτέραν ἡμᾶς ἀτοπίαν ἐκβαίνοντας, ἀγγέλους ὑπάρχειν ὁμολογεῖν τῇ φύσει 2 καὶ τοὺς ἀπαγγέλλοντας τῷ Ἰὼβ τά τε ἐν ἀγροῖς παρά τε τῶν ἱππέων συμβεβηκότα, καὶ μὴν καὶ ὅτι τεθνᾶσιν οἱ παῖδες αὐτοῦ κατασεσεισμένης τῆς οἰκίας. εἴρηται δὲ καὶ ὁ τοῦ
3 Θεοῦ Λόγος “ Μεγάλης βουλῆς ἅγγελος.” ἀπήγγειλε γὰρ ἡμῖν τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός. οὐκοῦν ἀπὸ τοῦ ἀγγέλλειν ἄγγελος, καὶ οὐχὶ δὴ πάντως, εἰ ἐπ’ ἀνθρώπων λέγοιτο τυχὸν ἡ κλῆσις, ἀπό γε τοῦ εἶναι κατὰ φύσιν οὐχ ὅπερ ἡμεῖς.
4
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.