κἀντεῦθεν εὐκόλως. ἰδοὺ γὰρ ἰδοὺ τῶν θείων ἐπείπερ ἐπύθοντο λόγων, τρέπονται παραχρῆμα πρὸς φιλεργίαν, εἴκουσί τε λοιπὸν τοῖς καθηγεῖσθαι λαχοῦσι, Ζοροβάβελ τε φημι καὶ Ἰησοῦς, διὰ πλείστης τε ὅσης αἰδοῦς τὰς τοῦ προφήτου ποιοῦνται φωνὰς, καὶ δεδυσώπηνται τὴν ἀποστολὴν, καίτοι 1
πάλαι κομιδῇ σμικρῶν ἀξιοῦντες τὸ χρῆμα λόγων. οὐκοῦν ἀληθὲς καὶ δι’ αὐτῶν ὁρᾶται τῶν πραγμάτων ὅτι “Ὃν 2 “ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα- “ δέχεται.” μετατάττει γὰρ ἔσθ’ ὅτε πρὸς τὰ ἀμείνω τὸν νοῦν τὸ τοῦ κολάζεσθαι δεῖμα· καὶ τῶν σκυθρωπῶν ἡ
ἔφοδος εἰς τὸν θεῖον ἡμᾶς μεθορμίζει φόβον· καὶ ἔστιν ἀτρεκὲς, τὸ ἐν βιβλίῳ παροιμιῶν, ὅτι “ Ὁ φοβούμενος τὸν 3 “ κύριον οὗτος οὖτος καὶ πάλιν “ Φόβος κυρίου εἰς “ ζωὴν ἀνδρί.” καὶ ὁμοίως ἡ σοφία “ Φόβος Κυρίου δόξα “ καὶ καὶ καὶ “ Φόβος κυρίου τέρψει καρδίαν, καὶ 4
“ δώσει πρὸς τούτοις εὐφροσύνην καὶ χαρὰν καὶ μακρο- “ ημέρευσιν.” θέα δὲ ὅπως ἡμέρως τε ἡμᾶς καὶ ὡς ἂν αὐτῶ πρέποι πλήττει Θεός. οὐ γὰρ εὐθὺς τοῖς ἀνθρωπίνοις σώμασιν ἐπάγει τὰ ἐξ ὀργῆς, καταπτοεῖ δὲ μᾶλλον τοῖς ἔξωθεν καὶ ὀλίγοις δείμασι, καὶ ταῖς τῶν ἐδωδίμων ζημίαις μεταποιεῖ
πρὸς τὸ ἄμεινον καὶ πρὸς τὸ ἑλέσθαι λοιπὸν ἐργάξεσθαι τὰ αὐτοῦ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.