καὶ τοῦ κατευφραίνεσθαι μακρὰν, καταπιανθεῖεν δ’ ἃν οὐδαμῶς ἐλαίῳ τῷ νοητῷ τῷ τῆς ἀγαλλιάσεως, καὶ ἁπαξαπλῶς ἄγευστοι καὶ ἀμέτοχοι τῆς εὐλογίας ἀπομενοῦσι τῆς διὰ Χριστοῦ. καὶ πρός γε δὴ τούτοις ὑπενεχθήσονται τῇ ῥομφαία, καὶ ἄμισθον παντελῶς ὑπομενοῦσι πόνον, κἂν εἴ τις αὐτοῖς
3 ἐπιεικείας ἐπιτηδεύοιτο τρόπος. στεφανοῦται γὰρ οὐδεὶς, “ ἐὰν “ μὴ νομίμως ἀθλήσῃ,’ κατὰ τὸ γεγραμμένον. οὐκοῦν 4 περισπούδαστον καὶ τῶν ὅτι μάλιστα σεπτῶν τὴν εἰς τὰ ἀμείνω σπουδήν· τετάχθω δὲ καὶ τὰ καθ’ ἡμᾶς ἐν μείονι λόγῳ, καὶ ἴτω κατόπιν τῶν εἰς δόξαν Θεοῦ. καὶ οὐχὶ δὴ
μόνον ἑστίαι, καὶ χρήματα, καὶ τὰ εἰς δόξαν κενὴν, ἀλλὰ γὰρ καὶ γένη, καὶ ἀδελφοὶ, καὶ πατέρες. οὕτω γάρ που 5 φησὶ καὶ ὁ Χριστός " Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, “ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ “ ἐμὲ, οὐκ ἐστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν
“ αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.