διαγράφεται Χριστός. ἦν μὲν γὰρ, ὡς ἔφην, ὁ Ζοροβάβελ ἐκ τῆς Ἰούδα φυλῆς. ἀνατέταλκε δὲ ἐξ αὐτῆς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς χριστός. τοιγάρτοι καὶ βεβασίλευκεν ἐπὶ τὸν 1 Ἰσραήλ. οὕτω γάρ που φησὶ διὰ φωνῆς τοῦ Δαυείδ ô Ἐγὼ “ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ ἅγιον
" αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυμίου.” ἦν δὲ δὴ καὶ ὁ Ἰησοῦς ἐκ φυλῆς τε καὶ αἴματος τοῦ Λευὶ, δὲ καὶ μέγας ἱερεύς· γέγονε δὲ καὶ ἡμῶν ἀρχιερεὺς ὁ Χριστὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν ἱερουργῶν, ὡς ἄμωμον ἱερεῖον, ὡς ἀμνὸν 2 ἀληθινὸν εἰς ὀσμὴν εὐωδίας ἀνατιθεὶς τῷ Θεῷ καὶ Πατρί.
πιστώσεται ’δε πὼς τὸν ἐπὶ τῶδε λόγον ἰσχνοεπεῖν ἑλομένοις καὶ αὐτὴ τῶν ὀνομάτων ἡ διασάφησις, ἤγουν ἑρμηνεία. 3 δηλοῖ μὲν γὰρ ὁ Ζοροβάβελ Ῥύσις μετατεθειμένη· Σαλαθὴλ γεγὴν Ἕκκλισις Θεοῦ. ἔφη ’δε που καὶ ὁ Χριστός “ Ἴδου 4 ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς Χει- “ μάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.” ἔστι μὲν γὰρ ὁμολογουμένως
αὐτὸς ὁ χειμάρρους τῆς τρυφῆς, καὶ οἷον τῆς 5 εἰρήνης ἡ ῥύσις. ἀλλ’ ἐκκέκλικεν εἰς ἡμᾶς, καὶ μονονουχὶ μετατέθειται καταλελοιπὼς τὸν Ἰσραήλ. κεχώρηκε δὲ, ὡς 6 ἔφην, εἰς τοὺς ἐξ ἐθνῶν κεκλημένους, τοῖς ἄνωθεν καὶ πνευματικοῖς ἀγαθοῖς ἀμφιλαφῆ τὴν χύσιν εὖ μάλα δωρούμενος.
Ἰησοῦς δὲ πάλιν “ἰαὼ σωτηρίαν” ὑποδηλοῖ, καὶ μὴν καὶ Ιωσεδὲκκ “ Ἱαὼ δικαιοσύνην.” ἰαὼ δὲ ἐστὶν ὁ τῶν ὅλων Θεός. γέγονε δὲ ἡμῖν ὁ Χριστὸς σωτηρία τε καὶ δικαιοσύνη παρὰ τοῦ Θεοῦ καὶ Πατρός. σεσώσμεθα γὰρ ἐν αὐτῷ τὸ τοῦ θανάτου φυγόντες λίνον, καὶ δεδικαιώμεθα διὰ πίστεως, τὴν
καθ’ ἡμῶν τυραννήσασαν ἁμαρτίαν ἀποσεισάμενοι. οὐκοῦν. 7 ἀνακομιῶ γὰρ αὖθις εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον· βασιλέα μὲν αὐτὸν ἐν τῷ Ζοροβάβελ, ἀρχιερέα γεμὴν ὡς ἔν γε τῶ Ιησοῦ καταθρήσομεν. πλὴν ὁράτω πάλιν ὁ χρηστομαθὴς τὸ τῶν Ἰουδαίων ἀναπεπτωκὸς εἰς τὸ ῥᾴθυμον καὶ εἰς τὸ
ἑλέσθαι πονεῖν τὰ πρὸς σύστασιν τοῦ θείου ναοῦ, τῆς Ἐκκλησίας χριστοῦ. προσεπαθρείτω δὲ τούτοις καὶ τὸ πρόθυμον τῶν ἐθνῶν, καὶ τὸ πολὺ λίαν διεγηγερμένον εἰς 8 φιλεργίας. Δαρεῖος μὲν γὰρ, ὡς ἔφην, ἐγείρεσθαί τε προστέταχε τὸν νεὼν, καὶ τὰ εἰς δόξαν πληροῦσθαι τοῦ πάντων
κρατοῦντος Θεοῦ· οἱ δὲ ἦσαν ὀκνηροὶ καὶ ἀφιλεργέστατοι, καὶ τῶν ἁνδανόντων Θεῷ τὰ οἰκεῖα προτιθέντες, καὶ πολὺ 9 λίαν διανενευκότες ἐπὶ τὰ γεωδέστερα. οἴκους γάρ φησι κατεσκεύαζον κοιλοστάθμους. τοιγάρτοι φησὶν ὁ θεσπέσιος 10 Δαυείδ περὶ τῶν ἐθνῶν “ τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσή- “ κουσας Κύριε. κύριε· τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε “ τὸ οὖς σου.” ἑτοιμότεροι γὰρ εἰς τὸ πιστεύειν οἱ ἐξ ἐθνῶν,
11 ὀκνηροὶ δὲ λίαν οἱ ἐξ Ἰσραήλ. ἴδοις δ’ ἃν ὅ φημι καὶ ἐν 12 εὐαγγελικοῖς συγγράμμασιν, ἤτοι παραβολαῖς. ἔτρεχον μὲν γὰρ οἱ δειπνοκλήτορες, συναγείροντες εἰς τοὺς γάμους· οἱ δὲ 13 οὐκ ἤθελον ἐλθεῖν, ἐπλάττοντο δὲ " προφάσεις ἐν ἁμαρτίαις. ὁ μὲν γὰρ ἔφασκεν “ Ἀγρὸν ἠγόρασα.” ὁ ’δε “ Γυναῖκα
ἔγημα· ᾤχοντο δὲ καὶ ἕτεροι πρὸς τὴν ἐμπορίαν ἀυτῶν. 14 οὐκοῦν κέκληνται καὶ εἰσέδραμον εἰς τοὺς γάμους οἱ ἐν ταῖς ὁδοῖς, οἱ παρὰ τοῖς φραγμοῖς ηὑρημένοι, καὶ γεγόνασιν ἀληθῶς 15 οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. οὕτω καὶ ἔφασκεν ὁ Χριστὸς διὰ φωνῆς Δαυεὶδ περί τε τῶν ἐξ αἵματος Ἰσραὴλ
16 καὶ τῶν ἐθνῶν " Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν " ὠτίου ὑπήκουσε μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντο μοι, υἱοὶ “ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων “ αὐτῶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.