θανάτῳ κεκρατήμεθα παροργισθέντος Θεοῦ· ἤκουε γὰρ ὁ προπάτωρ Ἀδὰμ, ὡς ῥίζα τοῦ γένους “Γῆ εἶ, καὶ εἰς γῆν 2 “ἀπελεύσῃ.” πλὴν οὐ μέχρι παντὸς περιεῖδεν ἡμᾶς ὁ Δημιουργὸς, ἀλλὰ κατηλέησεν ὡς Θεός. εἰ γὰρ καὶ “Κατέπιεν 3 “ὁ θάνατος ἰσχύσας” κατὰ τὴν τοῦ Προφήτου φωνὴν, ἀλλὰ
“πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· “τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς.” κατήργηται γὰρ ἐν Χριστῷ τοῦ θανάτου τὸ κράτος, ἀνῃρημένης 4 τῆς ἁμαρτίας, ἐφ’ ἧ καὶ ὠνειδίσμεθα· “Κύριος γὰρ ἐμνήσθη 5 “ἡμῶν, καὶ ἠλέησεν ἡμᾶς,” καθὰ καὶ ὁ θεσπέσιος ἀναμέλπει
Δαυείδ. ἀνεκόμισε γὰρ ἡμᾶς εἰς ἀφθαρσίαν καὶ ζωὴν, καίτοι τεταραγμένους, καθάπερ ἔφην ἀρτίως, ἀπό γε τῆς θείας ὀργῆς, ὡς καὶ ἐν ἐκλείψει γενέσθαι τοῦ Πνεύματος, τουτέστιν, ἐν ἀποθέσει τε καὶ ἀποβολῆ τῆς ψυχῆς· πράττεται γὰρ οὕτως ἐν ἡμῖν ὁ θάνατος. ὅτι δὲ καταδεδικάσμεθα
μὲν τῷ θανάτῳ προσκεκρουκότες Θεῷ, σεσώσμεθα δὲ 6 πάλιν ἠλεημένοι, πιστώσεται λέγων ὁ μακάριος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Δημιουργόν “Ἀποστρέψαντος δὲ σοῦ τὸ πρό- 7 σωπον ταραχθησονται, καὶ εἰς τὸν χοῦν αὐτῶν επιστρεψου- “σιν. ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ
“ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. πεπονθότες μὲν γὰρ τὴν ἀποστροφὴν διὰ τὴν ἐν ἀδὰμ παράβασιν, ὑπεστρέψαμεν εἰς τὸν χοῦν ἐξ οὗπερ καὶ γεγόναμεν. ἐπειδὴ δὲ πάλιν ἐν Χριστῷ καὶ διὰ Χριστοῦ τὸ θεῖον πεπλουτήκαμεν Πνεῦμα, 8 9 τῆς αὐτοῦ φύσεως γεγονότες μέτοχοι, κατὰ τὰς γραφὰς, ἀνεστοιχειώμεθα πρὸς τὸ ἐν ἀρχαῖς, καὶ κεκαινουργήμεθα καὶ σεσώσμεθα. καὶ γάρ ἐστιν ἀληθὲς, ὃ καὶ αὐτὸς ἡμῖν ὁ θεῖος 10 γέγραφε Παῦλος, ὅτι πάντα τὰ “ἐν Χριστῷ καινὴ κτίσις, “καὶ τὰ ἀρχαῖα παρῆλθε, ἰδοὺ γέγονε τὰ πάντα καινά.
οὐκοῦν τεταράγμεθα μὲν ἐξ ἀρχῆς, τὰ ἐκ τῆς θείας ἀνατλάντες ὀργῆς. ἐπειδὴ δὲ ἐγγιζόντων τῶν ἐτῶν ἐπεγνώσθη Χριστὸς, ἀνεδείχθη δὲ κατὰ τοὺς πάλαι προωρισμένους καιῥοῦς, 11 ἐμνήσθη λοιπὸν ἐλέους. δεδικαιώμεθα γὰρ οὐκ “ἐξ “εργων νομου, κατα τὰς γραφὰς, ἀλλ’ οὐδὲ ἐξ ἔργων τῶν
“ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ “αὐτοῦ ἔλεος.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.