1 ἀκαρπίας δὲ τοῦτο γένοιτ᾿ ἂν τῆς ἐσχάτης ἀπόδειξις ἐναργής. Ὅτι δὲ ἔμελλον τὸν τῶν θείων μαθημάτων ἀνατλάντες λιμὸν ἐν τοῖς ἁπάντων ἐσχάτοις πεσεῖσθαι κακοῖς, διεσάφει, προστιθεὶς, ἐκλελοιπέναι μὲν ἀπὸ βρώσεως πρόβατα, τουτέστιν, ἀπὸ τοῦ βρῶσιν οὐκ ἔχειν· οὐχ ὑπηχεῖν δὲ βοῦς
ἐπὶ φάτνης. δι᾿ οὗ σημαίνεται τὸ εἰσάπαν ἐκλελοιπέναι τὸ παρ᾿ αὐτοῖς ἱερὸν καὶ ἀπόλεκτον γένος, τουτέστι, τοὺς ἀπὸ φυλῆς Λευὶ, οἳ βουσὶν ἐν ἴσῳ τὴν νοητὴν ἅλω καταλεπτύνοντες καὶ τῶν ἐκ τῆς ἀσαφείας περιβλημάτων τὸν διὰ 2 τοῦ πανσόφου Μωυσέως ἀπογυμνοῦντες λόγον, οἷά τινα
σίτου κόκκον προὐτίθεσαν μὲν τοῖς ἄλλοις εἰς νόησιν καὶ οἷόν τινα βρῶσιν πνευματικήν. αὐτοὶ δὲ ἦσαν ἐν Φάτναις καταβοσκόμενοι τὰς ἐκ τοῦ λαοῦ δωροφορίας, δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια. οὐκοῦν ἐκλελοίπασι μὲν ἀπὸ βρώσεως προβατα· βόες δὲ οὐκ ἦσαν ἐπὶ Φάτνης ἔτι, τουτέστιν, οἱ
καθηγηταὶ τῶν λαῶν καὶ διδάσκαλοι. τοιγάρτοι καὶ ὁ θεσ- 3 πέσιος Παῦλος τό “Οὐ φιμώσεις βοῦν ἀλοῶντα,” ταῖς τῶν 4 διδασκάλων προσάπτει κεφαλαῖς, διερμηνεύων ἡμῖν σαφῶς 5 τὰ ἐν νόμῳ. ἐκλελοιπέναι γεμὴν τὰς βοῦς ἐξ ἰάσεως αὐτῶν φησι. καὶ ἔστι μὲν ἀσαφὴς ὁ λόγος· δηλοῖ γεμὴν τόδε,
καθάπερ ἐγῷμαι πάλιν. ἐπειδὴ γὰρ ἀπεσπούδαζον ἀμαθῶς τὸ ἰᾶσθαι παρὰ χριστοῦ, καίτοι ῥωννύντος τὸν ἀσθενῆ καὶ δικαιοῦντος τὸν ἀσεβῆ, ταύτῃτοι καὶ ἐκλελοίπασι, τουτέστιν, εἰσάπαν ἠσθένησαν καὶ κεχωρήκασιν εἰς τὸ μηδέν. δεινὸν οὖν ἄρα τὸ προσκρούειν Θεῷ, καὶ ἀκαρπίας ἔσται πρόξενον
τῆς ἐσχάτης. ἀπορήσομεν δὲ καὶ τροφῆς τῆς πνευματικῆς, 6 καὶ παντὸς ἐπέκεινα κακοῦ τοὐντεῦθεν ἐσόμεθα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.