κεφαλὰς διέκοψάς φησι. δηλοῖ δὲ δὴ τὰς τῶν ἡγουμένων τοῦ Ἰσραὴλ, γραμματέων που πάντως καὶ Φαρισαίων, καὶ τῶν κατὰ νόμον ἱερουργῶν. ἐξέστησαν γὰρ ἀληθῶς καὶ ὀρθοῦ φρονήματος καὶ φρενὸς ἀγαθῆς καὶ τῆς εἰς Θεὸν ἀγάπης, οὐ προσηκάμενοι τὸν Υἱὸν, μᾶλλον δὲ καὶ ἀπεκτονότες, καί- 1 2 περ εἰδότες τε καὶ λέγοντες, ὅτι “οὗτός ἐστιν ὁ κληρονόμος.’’ τίς δὲ δὴ ἄρα τῆς διακοπῆς ὁ τρόπος νοοῖτ᾿ ἃν, εἰκότως 3 σαφηνιεῖ λέγων ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων 4 Σωτῆρα Θεόν “Διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν·’’ ἦν μὲν
γὰρ καὶ “μερὶς’’ Θεοῦ, καὶ “σχοίνισμα κληρονομίας αὐτοῦ Ισραηλ. ἐπειδὴ ’δε πεπαρῳνήκασιν ἀνοσίως εἰς τὸν Υἱὸν, ἀπόπεμπτος γέγονεν ὁ ἠγαπημένος, καὶ μεμέρισται, καὶ τῶν πεπιστευκότων ἀπώλισθε τῆς ἐλπίδος, ἀπόκληρος καὶ ἀπεῤριμμένος, καὶ ἐκ προσώπου τέθειται, καὶ ἐν μοίρᾳ δευτέρᾳ,
καὶ κατόπιν ἐθνῶν, οἳ δὴ καὶ ἐφ’ ἑαυτοῖς ἐκεῖνό φασιν “Εὐ- 5 “λογημένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ “τὴν γῆν·” “Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.’’ διεκόπη 6 τοίνυν ὁ Ἰσραὴλ, καὶ τῆς εὐλογίας ἐκπεπτωκὼς, μερὶς γέγονε Θεοῦ μὲν οὐκέτι, διαβολικὴ δὲ μᾶλλον καὶ ἀτιμοτάτη
καὶ βέβηλος. εἶτα περὶ τῆς ἐκστάσεώς φησι ὅτι σεισθήσονται ἐν αὐτῇ, τουτέστι πεσοῦνται. τὸ γὰρ ἐν δονήσει καὶ κλόνῳ, τοῦ πίπτειν ἐγγύς. ἐποιμώζει δὲ ὥσπερ αὐτοῖς πολυτρόπως διολωλόσι καὶ προφήτης λέγων “Οἶκος Ἰσραὴλ ἔπεσεν, 7 “οὐκ ἔστιν ὁ ἀναστήσων αὐτόν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.