πραότητι καὶ ἀγάπη κατάσκεψιν, ποτὲ δὲ τὴν ἐν θυμῷ τε 1 καὶ ἀπειλῇ. “ Καὶ γοῦν ἐπὶ τίνα, φησὶν, ἐπιβλέψω ἀλλ’ 2 ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς “λόγους;” ἐλιπάρει δέ που καὶ ὁ θεσπέσιος Δαυεὶδ οὕτω λέγων “Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με·” διὰ δέ γε 3 4 5 φωνῆς Ἰεζεκιὴλ ἔφασκε περί τινος, ὅτι “καὶ στηριῶ τὸ “πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ θήσομαι “αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν, καὶ ἐξαρῶ αὐτὸν ἐκ “μέσου τοῦ λαοῦ μου, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.” 6 τοῦτο δὲ ἦν ἀπειλοῦντος ὀργὴν καὶ ὄλεθρον καὶ τὴν τοῖς
παροτρύνουσι πρέπουσαν δίκην. ἅμα τε τοίνυν ἐπέβλεψεν ὁ Χριστὸς, τουτέστιν, ἐν ὀργῇ τὸ ὄμμα τισὶν ἐπήνεγκε, καὶ παραχρῆμα κηροῦ δίκην ἐτάκησαν, καὶ οἷον πυρὸς κατακαταφλέγοντός Φλέγουτος διεθρύβη τὰ ὄρη βία. ἔθνη δὲ καὶ ὄρη φησὶ τὰ ἀκάθαρτα πνεύματα, καὶ τοὺς ἐν αὐτοῖς ὑψηλούς τε καὶ 10 ἐπηρμένους καὶ ὀρῶν δίκην τῶν ἄλλων ἀνεστηκότας· ἐν φαυλότητι δὲ πάντως ἡ ὑπεροχὴ, καὶ ἐν ὑπεροψίαις τὸ πλεονέκτηνα. ἢ τάχα που καὶ κατ᾿ ἰσχὺν τὸ τῆς ἐνούσης 7 αὐτοῖς ἀγριότητος μέτρον. ὑπέροπτα γὰρ τὰ δαιμόνια, καὶ γοῦν ἀντεξάγει Θεῷ, καὶ τὴν αὐτῷ πρέπουσαν δόξαν ἑαυτοῖς
ἀνάπτειν ἐπείγονται. πλὴν διεθρύβησαν βιᾳ. συνθραύονται γὰρ ἐν δυνάμει Kριστοῦ, καὶ κεχωρήκασιν εἰς τὸ μηδὲν, καὶ ὑπὸ πόδας τέθεινται τῶν πεπιστευκότων. ὄρος δέ που καὶ ἑτέρωθι κατωνόμασται πάλιν ὁ σατανᾶς, πρὸς ὃν ἔφη που ὁ Θεὸς διὰ τῆς τοῦ προφήτου φωνῆς, ὡς ἐκ προσώπου
8 τοῦ Ναβουχοδονόσορ “ Ἴδου ἐγὼ ἐπὶ σὲ τὸ ὄρος τὸ 9 “διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.