ὁ ἐπ’ ἀμφοῖν λόγος, διατρανοῦν ἀναγκαῖον. ἔστη τοίνυν· 1 μεθύουσα γὰρ ὥσπερ καὶ κατασειομένη ῥᾳδίως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων, καὶ οἷον παντὶ πνεύματι περιφερομένη, 2 βεβαίαν ἔχει λοιπὸν καὶ ἐρηρεισμένην τὴν στάσιν, ἐμπεδοῦντος αὐτὴν τοῦ Χριστοῦ, κατ’ ἐκεῖνό που πάντως τὸ διὰ
φωνῆς Ἠσαίου πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν εἰρημένον “Στῆσον σεαυτὴν Σιών.’’ σεσάλευται δὲ πάλιν, καθάπερ 3 ἤδη πρόειπον, τῆς ἀρχαίας ἀπάτης ἀποχωρήσασα, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων τῷ Θεῷ τιμῶσα μετάθεσιν. 4 παράδοξον οὖν ἀληθῶς, τὸ καθ’ ἕνα καιρὸν στῆναί τε καὶ
σαλευθηναι τὴν γῆν. Χριστὸς γάρ ἐστιν ὁ καὶ ἱδρυμένην αὐτὴν ἀποτελῶν εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ μελετᾶν ἀναπείθων τὸν ἐκ τῶν χειρόνων ἐπὶ τὰ ἀμείνω κλόνον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.