τοῦδε λόγος, τουτίστιν, ὡρίσθη καὶ πέπρακται. οὕτω καὶ ἡ Σεπφώρα τὸ Μωυσέως τῇ ψήφῳ περιτεμοῦσα παιδίον, πρὸς τὸν ἄγγελον ἔφασκε τὸν ὀλοθρευτήν “Ἔστη τὸ αἷμα 1 "τῆς περιτομῆς τοῦ παιδίου μου.” οὐ γὰρ ὅτι πέπαυται τοῦ Exod. iv.25. αἵματος ἡ ῥύσις κατασημαίνειν ἤθελεν, ἀλλ’ ὅτι πέπρακται
τῆς περιτόμης τὸ χρῆμα, καὶ τετέλεσται τὸ ζητούμενον. δυσωπεῖ γὰρ θάνατον, ὁ τῇ νοητῇ φήφῳ περιτεμνόμενος. 2 αὕτη δέ ἐστι τὸ πνεῦμα τοῦ Χριστοῦ, καθάπερ ἀμέλει καὶ 3 Ἰησοῦς ὁ μετὰ Μωυσέα διαβιβάσας Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ μαχαίραις πετρίναις προστέταχε περιτέμνεσθαι, τῆς 4 ἐν πνεύματι περιτομῆς ἀποπληρῶν τὸν τύπον. ὥσπερ γὰρ ὠνόμασται πέτρα ὁ Χριστὸς, οὕτω καὶ ψῆφος, ἤγουν μάχαιρα
πετρίνη, τὸ Πνεῦμα αὐτοῦ. οὐκοῦν τὸ ἔστη κατασημαίνει πολλάκις καὶ πράγματος πλήρωσιν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.