τὰ ἐψιλωμένα· δυσχερῆ δὲ καὶ οὐχ ἱππήλατα τὰ εἰς γηλόφους ἀνεστηκότα. εὔκολα δὴ οὖν τὰ πάντα τῷ Χριστῷ καὶ ἢν ἃν 1 βούλοιτο διάττειν ὁδὸν, τὴν ἐφ’ ἑκάστῳ φημὶ τῶν δρωμένων, αὕτη που πάντως ἐστὶ καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένη. τί γὰρ οὐκ ἂν κατορθώσειε, καὶ λίαν ἀμογητὶ, Θεὸς ὢν
φύσει καὶ τῶν δυνάμεων Κύριος; οὐκοῦν ὡς ἐξ ὁμοιότητος τῶν ἐν τοῖς πεδίοις ἰόντων τῆς ἐν πράγμασι θεωρίας ποιεῖται τὴν δήλωσιν. εἰ δὲ δὴ βούλοιτό τις πεδία νοεῖν τοὺς ταπει- 2 νοῦς τὴν καρδίαν οἳ καὶ “γῆ θελητὴ” χρηματίζουσι καὶ 3 "Θεοῦ γεώργιον,” ἅτε δὴ τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ δεχόμενοι σπόρον, καὶ ποιοῦντες καρπὸν, οἱ μὲν ἑκατὸν, οἱ ’δε ἐξήκοντα, οἱ ’δε τριάκοντα, νοήσει πάλιν ὀρθὼς. 4
ἔξεισι γὰρ ὥσπερ εἰς τὰ τοιαῦτα πεδία γεωργήσων ὁ Υῖος, κατ’ ἐκεῖνό που πάντως τὸ παρ’ αὐτοῦ λεγόμενον ὡς ἐν εἴδει παραβολῆς “Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν 5 "σπόρον αὐτοῦ.” ψάλλει δέ που καὶ ὁ Δαυείδ "καὶ τὰ "πεδία σου πλησθήσονται πιότητος·” προσετίθει δὲ ὅτι
“καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον.” ὅτι δὲ νοηταὶ πάλιν 6 καὶ αἱ κοιλάδες ἐφῆκε νοεῖν προσεπενεγκὼν εὐθύς “Κεκρά- 7 “ξονται, καὶ γὰρ ὐμνήσουσιν.” οὐ γὰρ τῶν ἀναισθήτων κοιλάδων τὸ ὑμνεῖν ἐστιν, ἤτοι διακεκραγέναι, ἀλλὰ τῶν 8 νοητῶν· τούτοις δ’ ἂν δρόσου δίκην ὁ θεῖός τε καὶ ἄνωθεν
ἐνιζήσειε λόγος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.