τοὺς δι’ ἐναντίας, οἳ πᾶσαν ἐπλάνησαν τὴν ὑπ’ οὐρανόν· ἀπεκόμισαν γὰρ τοῦ κτίσαντος Θεοῦ, τὴν αὐτῷ καὶ μόνω πρεπωδεστάτην κλέπτοντες δόξαν, καὶ ταῖς σφῶν αὐτῶν ἀνάπτοντες κεφαλαῖς· ἀνασώσειν δὲ τοὺς ἠπατημένους καὶ δυσδιάφυκτον ἀληθῶς ὑπομείναντας πλεονεξίαν. ἀλλ’ ὅτι
1 μὲν τὰ ἐκείνων οἴχεται καὶ κατηφάνισται παντελῶς, ἐδίδαφεν εἰπών “κέρατα ἐν χερσὶν αὐτοῦ,’’ τὰ καταστρέφοντα 2 δηλονότι τὰ ἐκείνων κράτη, καὶ οἷον ἐκκεραίζοντα τὴν ὑπεροψίαν. ὅτι δὲ ἔμελλεν ἀνασώζειν ἡμᾶς, προσαποδείκνυσι
λέγων Ἔθετο ἀγάπησιν κραταιὰν ἰαύος αὐτοῦ. σεσώσμεθα γὰρ “οὐκ ἐξ ἔργων δικαιοσύνης, ἃ ἐποιήσαμεν” αὐτοὶ, οὐκ 3 ἐξ αὐχημάτων νομικῶν· τετελείωκε γὰρ ὁ νόμος οὐδένα. ἀλλ’ ἐξ ἡμερότητος τοῦ Θεοῦ καὶ Πατρὸς, κραταιὰν, τουτέστιν ἰσχυρὰν καὶ μεγάλην, θέντος τὴν ὑπὲρ ἡμῶν ἀγάπησιν τοῦ
Υἱοῦ. “Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς καὶ Πατὴρ τὸν κόσμον, 4 “ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ “πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.” 5 σεσώσμεθα δὴ οὖν ἐξ ἀγάπης τοῦ Θεοῦ καὶ πατρὸς, καὶ μὴν καὶ αὐτοῦ τοῦ Υἱοῦ τὸν ὑπὲρ ἡμῶν ἀνατλάντος θάνατον.
εἰ καὶ ἀνεβίω πάλιν, καταργήσας μὲν τὸ τῆς φθορᾶς κράτος, ἀποστήσας δὲ ἡμῶν τὴν ἁμαρτίαν. τοιγάρτοι καὶ ἔφασκε “Μείζονα ταύτης ἀγάπην οὐδεὶς ὦι, ἵνα τις τὴν ψυχὴν 6 αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.’’ κραταιὰ τοιγαροῦν ἀληθῶς ἡ ἀγάπησις τῆς ἰσχύος τοῦ Θεοῦ καὶ πατρὸς, δι’ ἧς
καὶ θανάτου καὶ ἁμαρτίας καὶ τῆς τοῦ διαβόλου πλεονεξίας 7 ἐξῃρήμεθα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.