πόλιν, ἀποκομίσαντες δὲ τὸν Ἰσραὴλ. αἰχμάλωτον διαρκέστατα προαναπεφωνηκὼς, εὐαφόρμως ἔρχεται πρὸς τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ ὡς ἐκ λυτρώσεως τῆς γεγενημένης ἐφ’ ἑνὸς ἔθνους καὶ μερικῶς, παρακομίζει τὸν λόγον εἰς τὴν κατὰ πάντων καὶ γενικωτάτην, ὑφ’ ἧς σέσωσται μὲν τὸ
κατ’ ἄλειμμα τοῦ Ἰσραὴλ, σέσωσται δὲ οὐδὲν ἧττον ἡ σύμπασα γῆ. Κῦρος μὲν γὰρ ὁ Καμβύσου τῆς αἰχμαλωσίας 2 ἀνῆκε τὸν Ἰσραὴλ, τὴν ἀλαζόνα καὶ θεομισῆ βασιλείαν καθελὼν, φημὶ δὲ δὴ τὴν Χαλδαίων. ἐξεικονσμὸς δὲ ἄρα καὶ ὑποτύπωσις τὸ δρώμενον ἦν τῶν διὰ Χριστοῦ κατωρθωμένων·
ὃς πᾶσαν τὴν ἀνθρωπότητα δορίληπτον ὥσπερ εὑρὼν, καὶ ὑπὸ χεῖρα κάμνουσαν τὴν τυραννικήν· βεβασίλευκε γὰρ ὥσπερ ἡμῶν διὰ τῆς ἁμαρτίας ὁ σατανᾶς· ἀπ- 3 ἔφηνε μὲν ἐλευθέρους δεσμῶν τε καὶ πόνων, καὶ αὐτῆς δὲ τῆς ἐκτόπου δουλείας ἀνεὶς, ἀνεκόμισεν ὥσπερ εἰς τὴν ἁγίαν 4 πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλήμ. γεγόναμεν γὰρ, κατὰ 5 τὸ γεγραμμένον, συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ “Θεοῦ καὶ πατρίδα λοιπὸν ἐπεγραψάμεθα τὸν οὐρανόν.
κατατεθηπὼς δὴ οὖν ὁ Προφήτης τοῦ μυστηρίου τὴν δύναμιν, καὶ τὴν ἄφραστόν τε καὶ θεοπρεπῆ τῆς μετὰ σαρκὸς ἐπιδημίας τοῦ Μονογενοῦς οἰκονομίαν ὑπεραγάμενος, ποιεῖται τὴν προσευχὴν, ὡς ἐν ᾠδῆς τρόπῳ, κατ’ ἐκεῖνό που πάντως 6 τὸ διὰ φωνῆς τοῦ Δαυείδ “Ἡ γλῶσσά μου μελετήσει τὴν
7 “δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.