εἴδει μὲν τῷ καθ’ ἡμᾶς, καὶ ὅσον ἧκεν εἰς σάρκα καὶ ἀνθρωπότητα, τῆς ἐν ἡμῖν ἀσθενείας ὑπομένων τὴν δόκησιν· πλὴν ἐν χερσὶν ὡς Θεὸς ἔχων πάντα τὰ δέρατα, τουτέστι, τὰς βασιλείας, κατὰ πᾶσαν τὴν δύναμιν τῶν ἀντικειμένων ἐνεργειῶν. τὸ δὲ ἐν χερσὶν ὅταν λέγωμεν, τὸ ἐν ἐξουσίᾳ 2
λέγομεν. καὶ γοῦν πρὸς Θεὸν δεδιδάγμεθα λέγειν ἐν προσευχαῖς, “Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.’’ ὅτι δὲ ὑπενήνεκ- 3 τᾶι τῷ Χριστῷ πᾶσα δύναμις διαβολικὴ, καὶ τὰ κέατα, τουτέστιν, αἱ κατὰ πόλεις τε καὶ χώρας τῶν ἀκαθάρτων πνευμάτων τυραννίδες· διεμερίσαντο γὰρ τὴν σύ σύμ- 4 πάσαν γῆν· πῶς ἂν ἐνδοιάσειέ τις; τὰ μὲν γὰρ ἐπ’ ἐξουσίᾳ 5 τῶν ἀνθρώπων ἐξήλαυνε, τὰ δὲ προσῄεσαν “καὶ παρεκάλουν 6 “αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.’’ γέγραπται γὰρ οὕτως παρὰ τοῖς ἁγίοις Εὐαγγελισταῖς. ὅτι δὲ τῆς καθ’ ἡμῶν τυραννίδος καὶ αὐτὸν ἀπεσόβησε τὸν τῶν
ἀκαθάρτων πνευμάτων ἐπιστάτην, τουτέστι τὸν σατανᾶν, 7 ἀκονιτὶ καταθρήσομεν, αὐτοῦ λέγοντος τοῦ Χριστοῦ “ Νῦν “κρίσις ἐστι του κόσμου τούτου· νυν ὁ ἄρχων του κόσμου “ἐκβληθήσεται ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς πάντας 8 “ἑλκύσω πρὸς ἐμαυτόν.’’ οὐκοῦν κἂν εἰ γέγονεν ἄνθρωπος,
ἀλλ’ οὖν ἐν χερσὶ, τουτέστιν ἐν ἐξουσίᾳ, τὰς τῶν ἀντικειμένων δυνάμεων ἔχει τυραννίδας ἤτοι βασιλείας ἤγουν καὶ δυνάμεις. εἰ δὲ δὴ βούλοιτό τις ἐκεῖνο νοεῖν ἀπεριεργότερον, ὡς ἐν χερσὶν ἔχει κερατα Χριστὸς, τουτέστιν, ἄμαχόν τε καὶ ἀκαταγώνιστον τὴν ἰσχὺν, καὶ οὓς ἃν ἕλοιτο τῶν ἐχθρῶν
κεραίζουσαν εὐκόλως καὶ καταδῃοῦσαν εὐχερῶς, καὶ οἷον μόσχου δίκην ἀφορήτως ἐπιθρώσκουσαν, συνήσει πάλιν ὀρθῶς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.