3 “μένος ἐν σκότει, εἶδε φῶς μέγα·’’ ὁ δὲ “Φωτίζου, φωτίζου “Ἰερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς καὶ ἡ δόξα κυρίου ἐπὶ “σὲ ἀνατέταλκε,’’ μεμαρτύρηκε δὲ καὶ αὐτὸς ὁ Θεὸς καὶ 4 Πατὴρ οὕτω λέγων “Διὰ Σιῶν οὐ σιωπήσομαι, καὶ διὰ “Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιο-
“σύνῃ μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.” 5 δικαιοσύνη γὰρ καὶ σωτήριον ὁ χριστὸς, “ὃς ἐγενήθη ἡμῖν “σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύ- “τρωσις,’’ κατὰ τὰς γραφάς. οὐκοῦν οἷαπερ ἐν σκότει βαδίζουσι λαμπὰς ἡμῖν ἀνεδείχθη ὁ χριστὸς, διὰ παιδεύσεως
εὐαγγελικῆς τῆς ἀρχαίας ἐκείνης ἀπαλλάττων ἀχλύος, ἢν ταῖς ἡμετέραις διανοίαις ἐνιεὶς ὁ πάντων ἐχθρὸς, καταθρεῖν οὐκ ἠφίει τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, οὔτε μὴν τὴν τῆς εὐσεβείας καὶ ζωῆς κατασκέπτεσθαι τρίβον. τὸ τοίνυν 6 φέγγος, ὅπερ ἡμῖν ἔδειξεν ὁ χριστὸς, ὡς φῶς ἔσται, τουέστιν, οὐκ ἀμυδρὸν οὐδὲ οἷον ἀσθενὲς, καθάπερ ἀμέλει τὸ διὰ Μωυσέως· ἐν αἰνίγμασι γὰρ καὶ σκιαῖς ὁ νόμος· ἀλλ’ ὡς φῶς καθαρὸν καὶ ἀμιγὲς ἀχλύος, καὶ εἰς νοῦν καὶ καρδίαν εἰσδυόμενον, καὶ τὴν νοητὴν ἡμῖν ἐναστράπτον αὐγὴν, καὶ τὴν τῆς ἀκιβδήλου γνώσεως ἐνοικίζον ἀκτῖνα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.