δούλου μορφῇ, τουτέστιν, ἄνθρωπος. ἔδοξε δέ πὼς ταύτης ἕνεκα τῆς αἰτίας καὶ αὐτῶν μειονεκτεῖσθαι τῶν ἁγίων ἀγγέλων, 1 καὶ τῆς ἐκείνων εὐκλείας ἰέναι κατόπιν· ἀλλ’ ἦν ἀνωτάτω πάλιν ὡς Θεός. καὶ πιστώσεται λέγων ὁ σοφώτατὸς 2 Παῦλος “τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττω-
“μένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξη 3 “καὶ τιμῇ ἐστεφανωμένον.” ἐπειδὴ γὰρ γέγονεν “ὑπήκοος “μέχρι θανάτου, θανάτου δὲ σταυροῦ ταύτῃτοι· καθὰ γέγραφε πάλιν ὁ αὐτός· “ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ “ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ
4 “ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων “καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι “Κύριος Ἰησοῦς χριστὸς εἰς δόξαν Θεοῦ πατρός δὴ οὖν ὁ Προφήτης λέγων Ἐκαλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ τῆς αἰνεσεως αὐτοῦ πλήρης ἡ γῆ. οἱ μὲν γὰρ τὴν
ἁγίαν οἰκοῦντες πόλιν, καὶ ταῖς ἄνω μοναῖς ἐνδιαιτώμενοι, 5 “Πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστῶ 6 “λόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν· ὁ δὲ τοῖς τῆς θεότητος ἐνίδρυται θώκοις· καὶ οὐδενὶ μὲν ἐκείνων 7 εἴρηται παρὰ τοῦ Θεοῦ καὶ Πατρός “Υἱός μου εἶ σὺ,’’ τὸν
δὲ καὶ Υἱὸν ὁμολογεῖ καὶ ἀγαπητὸν ὀνομάζει, καὶ σύνεδρον ἔχει συνυμνούμενόν τε καὶ συμπροσκυνούμενον. ἔφη γὰρ πάλιν ὁ θεσπέσιος Παῦλος περὶ αὐτοῦ “Ὅταν δὲ πάλιν 8 “εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει καὶ “προσκυνησάτωσαν αὐτῶ πάντες ἄγγελοι Θεοῦ. οὐκοῦν
κἂν εἰ γέγονεν ἱλαστήριον κατηγμένος εἰς ἀνθρωπότητα δι ἡμᾶς καὶ ὑπὲρ ἡμῶν, οὐδὲν ἧττόν ἐστι Θεὸς, καὶ ὑπὲρ πᾶσαν κτίσιν, ὁρατὴν δὴ λέγω καὶ ἀόρατον. καλύπτει γὰρ 9 οὕτως οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ· ἔσται δὲ πλήρης καὶ ἡ γῆ τῆς αἰνέσεως αὐτοῦ. τοῦτο καὶ αὐτὰ διακέκραγεν ἐναργῶς τὰ
ἅγια Σεραφὶμ, τὸν θεῖον αὐτοῦ περιεστῶτα θρόνον, καὶ ταῖς εὐφημίαις ὡς κύριον Σαβαὼθ καὶ τῶν ὅλων Θεὸν εὖ μάλα καταγεραίροντα· πλήρη γὰρ φάσκουσι τόν τε οὐρανὸν καὶ τὴν 10 γῆν τῆς δόξης αὐτοῦ. εἰ δὲ δὴ βούλοιτό τις ἐκεῖνο λέγειν, ὅτι μεγάλη καὶ ὑπερτελὴς ἡ ἀρετὴ τοῦ χριστοῦ, ὡς καὶ
αὐτοὺς καλύψαι τοὺς οὐρανοὺς, εἰ ἐν μεγέθει νοοῖτο μετρητῷ, πιθανὸν εἰσδέξεται νοῦν· ἔφη γάρ που καὶ ὁ μακάριος 11 Δαυείδ “Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεος σου, καὶ ἡ 12 “ἀλήθειά σου ἕως τῶν νεφελῶν,’’ τὸ τῆς χρηστότητος ἐπηρμένον καὶ τῆς ἀληθείας τὴν ὑπεροχὴν ὡς ἐν ποσότητι τῆ
κατὰ σῶμα καὶ κατὰ τόπους σημαίνων.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.