ἐροῦμεν τὰ ἐπ’ αὐτοῖς ὡς ἔνι· ἑρμηνεύεται γὰρ Θαιμαν ὁ νότος· ἔστι δὲ νοτιωτάτη λίαν ἡ ἔρημος Φαρὰν, οὗ καὶ ὁ 1 χωρὴβ ὄρος εἶναι λέγεται, ἔνθα παρέστησεν ὁ Μωυσῆς τῷ Θεῷ τοὺς ἐξ Ἰσραὴλ τῶν πρακτέων τοὺς ὁριστὰς ὁρίζοντι νόμους. οὐκοῦν μίαν μὲν τοῖς προκειμένοις ἐφαρμόζοντες
ἔννοιαν, ἐκεῖνό φαμεν· ἥξει φησὶν ὁ Θεὸς ἐκ Θαιμὰν, ἐξ ὄρους θαρὰν Φαρὰν ἤτοι Χωρὴβ, τουτέστιν, ὁ πάλαι κατὰ ἔρημον ἐν τῷ ὄρει Χωρὴβ ὀφθεὶς τοῖς πατράσιν ἐν εἴδει πυρὸς, αὐτὸς ὁ πάλαι λαλήσας τὸν νόμον, ἥξει, καὶ μετὰ σαρκὸς ὀφθήσεται καθ’ ἡμᾶς, ἐν τάξει προφήτου καὶ μεσίαὐτῆς
2 του· καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Μωυσῆς, πρὸς ὂν 3 εἴρηται παρὰ Θεοῦ “Προφήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν 4 “ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς λόγους μου εἰς “τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ πάντα ὅσα ἂν
“ἐντείλωμαι αὐτῷ.’’ εἰ δὲ δὴ βούλοιτό τις τοῖς γεγραμμένοις προσβαλεῖν καὶ καθ’ ἕτερον τρόπον, ἐστι καὶ οὕτως. Θαιμὰν, ὡς ἔφην, τὴν νοτιωτάτην ἔρημον ἀπεκάλουν. φασὶ τοιγαροῦν ἐν τοῖς ὅτι μάλιστα νοτιωτάτοις τῆς Ἰουδαίας μέρεσι κεῖσθαι τὴν Βηθλεὲμ, ἐν ἧ ὁ χριστὸς γεγέννηται·
εἴρηται γάρ που πρὸς αὐτὴν διὰ φωνῆς προφήτου “Καὶ σὺ 5 “Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν “χιλιάσιν Ἰούδα, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὃς ποι- 6 “μανεῖ ’τον λαὸν μου ’τον Ἰσραὴλ. οὔκουν ὁ Θεὸς ἑκ Θαιμαν ἥζει, τουτέστιν, ἐκ Βηθλεὲμ τῆς πρὸς νότον. ὁ γὰρ φύσει τε 7
καὶ ἀληθῶς Θεὸς ὁ Μονογενὴς τοῦ Πατρὸς Λόγος καθ’ ἡμᾶς γεγονὼς, γεγέννηται διὰ γυναικὸς ἐν τῆ Βηθλεέμ. ἐπειδὴ δὲ ἔθος τῇ θείᾳ γραφῆ, τοῖς τῶν ὀρέων περιφανεστέροις ἔσθ ὅτε τὴν τῶν Ἰουδαίων παρεικάζειν Συναγωγὴν, διάτοι τὸ πλείστοις τε ὅσοις καὶ εὐκλεεστάτοις ἀνδράσιν ὁρᾶσθαι
κατάκομον, ταύτῃτοι καὶ νῦν τῷ ὄρει φαρὰν ἐξομοιοῖ, λέγων, ὡς ἐξ ὄρους ἥξει κατασκίου δασέος· κατάσκιον δὲ καὶ δασὺ τὸ ὄρος φησὶ διὰ τοὺς πατέρας ἐξ ὧν γενεαλογεῖται χριστός. 8 ἐστι γοῦν ἀκοῦσαι σαφῶς τοῦ μὲν μακαρίου Λουκᾶ τὸν τῆς γενεαλογίας ἐκλογισμὸν ἀναφέροντος ἐξ Ἰωσὴφ ἐπὶ τὸν 9
Ἀδὰμ, Ματθαίου γεμὴν ἐκ Δαυείδ τε καὶ Ἀβραὰμ κατα- κομίζοντος πάλιν στοιχηδὸν, ὡς ἔφην, ἔπι ’τον Ἰωσὴφ. opos 10 οὖν δασὺ καὶ κατάσκιον ἡ Συναγωγὴ, πολλοὺς ἐνεγκοῦσα κατὰ καιρὸν τοὺς ἐξ ὧν ἀνέφυ χριστός. ὅτι γάρ ἐστιν ἐξ Ἰουδαίων, πῶς ἔστιν ἀμφιβάλλειν; γεγέννηται γὰρ ἐξ αἵματος 11 Ἀβραὰμ καὶ Δαυεὶδ, κατά γε τὴν σάρκα φημὶ, καὶ 12 αὐτὸς δέ που φησὶ περὶ ἑαυτοῦ “Ὅτι ἡ σωτηρία ἐκ τῶν “Ἰουδαίων ἐστίν.’’
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.