τε καὶ φύσει καὶ ἀληθῶς καταλελοιπότες Θεὸν, καὶ τῆς εἰς 1 αὐτὸν εὐλαβείας παρεκθέοντες τὴν ὁδὸν, ἵενται πρὸς ἀπώλειαν, ξύλῳ μὲν ἐπιφωνοῦντες Ἔκνηψον, ἐγέρθητι, λίθῳ δὲ λέγοντες ἀβουλοτάτως Ὑψώθητι. ἔθος γὰρ τοῖς πεπλανητρόπον 2 μένοις, εἰ δήπου τις καταπτοήσειε φόβος, ἀνάπτειν βωμοὺς, ἀνοιγνύναι τεμένη, καὶ τοῖς ἀψύχοις εἰδώλοις ἐπιφωνεῖν Ἐλεήσατε, σώσατε, ὑψώθητι καὶ σὺ λίθε, προασπίζων ὡς θεὸς τῶν τὰ σὰ σεβόντων κράτη, καὶ σε προσκυνεῖν ᾑρημένων. οὐαὶ δὴ οὖν τοῖς τοιούτοις εἰκότως, ὅτι τοῖς ἐκ χρυσίου
καὶ ἀργυρίου πεποιημένοις, τοῖς οὐκ ἔχουσι πνεῦμα, 3 προσκείμενοι τὰς τοιαύτας λέγουσι φωνὰς, ἃς ἦν δήπου Θεῷ λέγειν ἄμεινον τῷ κατοικοῦντι τὸν οὐρανὸν καὶ ναὸν ἴδιον ἔχοντι τὴν ἄνω πόλιν. ἅγιος γὰρ ἐν ἁγίοις κατοικεῖ, καὶ τοῖς σεβομένοις αὐτὸν ἐναυλίζεται.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.