καὶ τοῦ πολέμου λοιπὸν περιηγγελμένου, τὰ αὐτοῖς συνήθη 1 δρῶντες οἱ μάγοι τοὺς ψευδωνύμους ἐκάλουν θεοὺς εἰς ἐπικουρίαν κινδυνευούσῃ τῇ πόλει, θυσίας τε καὶ σπονδὰς τοῖς ἀναισθήτοις προσῆγον, ὅλην ἐπ’ αὐτοῖς τοῦ σώζεσθαι τὴν ἐλπίδα θέμενοι. ἁλλ’ ἦν ὕθλος καὶ φενακισμὸς ἐκεῖνα, ἀπάτη
τε καὶ κενοβουλία, καὶ ἕτερον οὐδέν· ἥλω γὰρ καὶ πεπόρθηται, καὶ τοῦτο παθεῖν οὐκ οἰηθεῖσά ποτε. διαγελᾶ τοιγαροῦν ὁ τῶν ὅλων Θεὸς τῶν πεπλημμελημένων τὴν σκέψιν, καὶ τὴν ἐπὶ τοῖς ἀψύχοις ἐλπίδα. τί γὰρ ὠφελεῖ φησι τὸ γλυπτὸν, ἕτερον οὐδὲν ὑπάρχον ἣ φαντασία ψευδὴς οὐδὲν
2 ἔχουσα τὸ ἀληθές; θεία γὰρ ὅλως δύναμις πῶς ἃν ἢ πόθεν εἶναι πιστεύοιτο τοῖς ἐξ ἀνθρωπίνων χειρῶν πεπλαστουργλημένοις; εἰκαῖον οὖν ἄρα τὸ ἐπ’ αὐτοῖς πεποιθέναι, καὶ καταγέλαστον ἀληθῶς τὸ χρῆμά ἐστι παρά γε τοῖς ἐρρωμένον ἔχουσι νοῦν καὶ τὴν φρένα διεγηγερμένην. δοκεῖ ’δε τις καὶ
3 καθ’ ἕτερον τρόπον τὴν τῶν προκειμένων δύναμιν ἀναπτύξαι. ᾑρηκὼς γὰρ τὰς πόλεις ὁ Βαβυλώνιος, καὶ πάσας, ὡς ἔπος εἰπεῖν, ἀναστήσας τὰς χώρας, ἀπονένευκεν ἀσχέτως εἰς τὸ ὑψοῦ καὶ ἀχάλινον, ἐνόσει λοιπὸν τὴν ὑπεροψίαν, καὶ τὴν 4
Θεοῦ δόξαν ὁ δείλαιος τῆ οἰκείᾳ περιθεὶς κεφαλῇ, γράφει μὲν εἰκόνα χρυσῆν, καθάπερ καὶ ὁ θεσπέσιος προφήτης 5 γέγραφε Δανιὴλ. εἶτα προσκυνεῖν ἐκέλευεν αὐτῇ φυλάς τε καὶ γλώσσας, καὶ τοῖς τοῦτο δρᾶν οὐκ ἀνεχομένοις θάνατος ἦν ἡ δίκη. τί τοίνυν τὸ ἐντεῦθεν ὤφελος; εἰπέ φησιν. ὁ
γὰρ οἰηθεὶς εἶναι καὶ θεὸς, εἰς λῆξιν ἤδη διελήλακε λοιπὸν τοῦ παντὸς κακοῦ, καὶ ταῖς ἐπέκεινα λόγου περιπέπτωκε συμφοραῖς.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.