διενεγκόντας ὀλίγα τῶν ἐν οἴνῳ καὶ μέθαις. καὶ τί τὸ ἐντεῦθεν; καθάπερ τι σπήλαιον ἀνοιγνὺς, τὸν ἑκάστου νοῦν καὶ τοῖς ἄλλοις ἅπασι καθίστη διαφανῆ. πικρὰς γὰρ, ὡς ἔφην, ἐπάγων αἰκίας τοῖς τῶν εἰλημμένων περιφανεστέροις, ἣ τάχα 2 που καὶ βασιλεῦσιν αὐτοῖς, ὀλοφύρεσθαι παρεσκεύαζε, καὶ
τὴν κεκρυμμένην ἔσθ’ ὅτε μικροψυχίαν ἤγουν δειλίαν ὡς ἐξ ἀφορήτου λοιπὸν ἀνάγκης ἀπογυμνοῦν. ὁ δὲ ἦν οὕτω δεινός τε καὶ ἀτεράμων ὡς, ἐπαλγύνεσθαι δέον καὶ κατοικτείρειν αὐτοὺς, ἐντρυφᾶν ἐποιμώζουσιν, αὔχημά τε τοῦτο τῆς ἰδίας ποιεῖσθαι ἀρχῆς. καὶ τοῦτο οἶμαί ἐστι τὸ ποτίζειν τὸν πλη- 3 σίον ἀνατροπὴν θολεράν, ὅπως ἃν ἐπιβλέπῃ ἐπὶ τα αὐτῶν, τουτέστι, τὰ κεκρυμμένα καὶ λεληθότως ἐνόντα τισίν. 4 ἐπειδὴ τοίνυν ἀκράτοις ἐχρῆτο θυμοῖς, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης, μικροὺς καὶ μεγάλους, καὶ λαμπροὺς καὶ ἀσήμους
ταῖς ἀνηκέστοις περιβέβληκε συμφοραῖς, ταύτῃτοί φησιν ὁ τῶν ὅλων Δεσπότης Πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε, τουτέστιν, ἦσθα μὲν γὰρ διαβόητός τε καὶ εὐκλεὴς καὶ περίοπτος τοῖς ἁπανταχῆ καὶ ἐξ ὠμότητος γνωριμώτατος· ἀλλ’ ἔση λοιπὸν ἠτιμωμένος, καὶ τῆ τῆς εὐκλείας ὑπεροχῇ
τὴν ἰσόρροπον ἀνατλήσῃ δίκην.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.