καὶ πάλαι λέγων διὰ προφήτου φωνῆς Ἴδου ἐγὼ ἐκκλίνω 2 “ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάρρους ἐπι- “κλύζων δόξαν ἐθνῶν.” μεμοσχοποιηκότος γάρ ποτε κατὰ 3 τὴν ἔρημον τοῦ Ἰσραὴλ, καὶ προσκεκρουκότος ταύτῃτοι Θεῷ, τὴν τοῦ Σωτῆρος ἀνάδειξιν καὶ τῆς δι’ αὐτοῦ χάριτος τὸ ἀμφιλαφὲς κατεπηγγέλετο λέγων “Ἀλλὰ ζῶ ἐγὼ, καὶ ζῶν 4 “τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα κυρίου πᾶσαν τὴν “γῆν.” μεστὰ γὰρ τὰ πάντα Χριστοῦ, ὅς ἐστι δόξα τοῦ
5 Πατρός. τοιγάρτοι καὶ ἔφασκεν “Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς “γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι, ἵνα ποιήσω.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.