“σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;” προστέταχε δὲ καὶ ἡμῖν αὐτοῖς “κλαίειν μετὰ κλαίοντων,” τὸ συμπαθὲς καὶ Rom. φιλάλληλον ἁγιοπρεπὲς ὅτι μάλιστα δεικνύς· Θεὸν δέ φησιν αὐτῷ δεῖξαι κόπους τε καὶ πόνους· δῆλον δὲ ὅτι τῶν παρανομουμένων· ἀσεβειαν δὲ τῶν ἀδικεῖν εἰωθότων, οὐχ ὡς αὐτὸν 2
αὐτῶ κατεσκευακότα τὸ παθεῖν, ἀλλ’ ὡς τοῖς δεδρακόσι 3 μακροθυμήσαντα καὶ ἐν μακροῖς οὕτω χρόνοις, ἤγουν ὡς ἀπαλλάξαι μὲν τοῦ βίου δυνάμενον, ἵνα μὴ γένηται τῶν οὕτως ἐκτοπωτάτων καὶ θεατής. ἔθος δὲ τοῖς ἁγίοις ἐν ταῖς οὕτω πικραῖς ὀλιγοψυχίαις τὸ ἀναλῦσαι ζητεῖν, καθάπερ 4 ἀμέλει καὶ ὁ μακάριος Ἰωνᾶς “Καὶ νῦν κύριε λάβε, φησὶ,
“τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ 5 “ζῆν·” γράφει δὲ καὶ ὁ σοφώτατος Παῦλος ὅτι “Κρεῖττον 6 “τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι.” πόνων γὰρ ἀπόθεσις τοῖς ἁγίως ἐθέλουσι ζῆν, τὸ ἀπαλλάττεσθαι λοιπὸν τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων, καὶ οἷον δεινῆς ἀνεῖσθαι τῆς
ἐνθάδε φροντίδος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.