1 γὰρ Προφήτης ἔφασκε “Συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασε, “καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ, καὶ συνήγαγεν αὐτὸν “ἐν ταῖς σαγήναις αὐτοῦ·” ὁ ’δε γε τῶν ὅλων Θεὸς ἐπὶ τὸ 2 ἔτι μεῖζον καὶ ἀληθέστερον ἀναφέρων τὰς αἰτίας, ᾄδῃ παρεικάζει καὶ θανάτῳ λοιπόν. χρῆμα γὰρ ἀκόρεστον Θάνατός τε 3 καὶ ᾅδης. ἀληθὲς δὲ ὅτι κατά γε τὸ τῷ Βαβυλωνίῳ πάντα ἃν ἐπ’ αὐτῶ συνήχθη τὰ ἔθνη. καὶ νοοῖτ’ ἂν εἰκότως
Περσικῆς φιλοτιμίας ἐγκλήματα τὰ τοιάδε τῶν κακῶν. μικρὰ γὰρ αὐτοῖς ἡ ὑπ’ οὐρανὸν, καὶ οὐκ ἃν ἀρκέσειαν εἰς τὸ δουλεύειν αὐτοῖς πάντα τὰ τῶν ἀνθρώπων γένη.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.