ἀπαλλάσσων τοὺς συντετριμμένους, διαμέμνηται λοιπὸν τοῦ πεπορθηκότος, καὶ πᾶν εἶδος ἀπανθρωπίας καὶ ὠμότητος θηριοπρεποῦς εἰς αὐτοὺς ἅπαντας ἐκπεπληρωκότος. σημαίνεται δὲ διὰ τούτων ἱστορικῶς μὲν ὁ βέβηλος καὶ θεομάχος 1 Ναβουχοδονόσορ, νοητῶς δὲ πάλιν ὁ σατανᾶς. κατοιόμενον
δὲ καὶ καταφρονητὴν καὶ ἀλαζονα καλεῖ, καὶ σφόδρα εἰκότως. ἔχει γὰρ ὧδε τῇ φύσει, κἂν εἰ ἐπ’ αὐτοῦ νοοῖτο τοῦ σατανᾶ τῶν λόγων ἡ δύναμις, κἂν εἴτε τις λέγοι τὸν ἄνδρα τὸν Βαβυλώνιον. κατοιόμενον ’δε φησι τὸν περὶ αὐτὸν ἢ ληματίαν ἣ βλάκα, καταφρονητὴν δὲ πάλιν καὶ ἀλαζόνα ὡς ἐκ πολλῆς
ἄγαν ὀφρύος καὶ διακένου φυσήματος οὐδ’ ὅσον εἰπεῖν εἰς 2 νοῦν ἔχειν ἐθέλοντα τὴν ἀσύγκριτον ὑπεροχὴν τοῦ πάντα 3 ἰσχύοντος Θεοῦ. ὁ δὲ τοιοῦτος οὐδὲν οὐ μὴ περάην φησὶν· οὐ γὰρ πάντως αὐτῷ κατὰ νοῦν ἐκβήσεται τῶν πραγμάτων τὸ πέρας, οὐ μέχρι παντὸς ἐντρυφήσει καὶ κατευρυνθήσεται καὶ ἐν εὐκλείαις ἔσται λαμπραῖς. καὶ ἔστιν ἀληθὲς, ὅπερ ἔφη 4 ψάλλων καὶ ὁ μακάριος Δαυείδ “Εἶδον τὸν ἀσεβῆ ὑπερ-
“ὑψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, “καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν, καὶ 5 “οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.” ἕρπει γὰρ πάντως πρὸς ταπείνωσιν ἡ ὑπεροψία· φρόνημα δὲ τὸ μεμετρημένον ταῖς ἀνωτάτω στεφανοῦται τιμαῖς. πιστοῦται δὲ πρὸς τοῦτο ἡμᾶς
6 τοῦ Σωτῆρος ὁ μαθητὴς, γεγραφώς τε καὶ λέγων “καυχάσθω “δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, ὁ δὲ πλούσιος “ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύ- “σεται.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.