διαβόλου τὸ κράτος, καὶ τὴν ἀνοσίαν καὶ βέβηλον τῶν δαιμονίων πληθὺν τῆς καθ’ ἡμῶν ἐξελάσαι πλεονεξίας, προκεχρησμῴδηκε 3 μὲν ἐναργῶς τὸ γράμμα τὸ ἱερὸν, αὐτὴ δὲ λοιπὸν τῶν πεπραγμένων ἡ ἔκβασις αὐτόμαρτυς εἰσβήσεται, 4 πλὴν “εἰς καιρὸν’’ ἡ προάγγελσις. ἐν γὰρ ἡμέραις
ἐσχάταις τοῦ παρόντος αἰῶνος ἐπέλαμψεν ὁ Μονογενὴς, καὶ ὁ μὲν ὑποστειλάμενος, καὶ τὴν εἰς αὐτὸν πίστιν ἀβουλότατα παρωσάμενος, προσκέκρουκε τῷ Θεῷ καὶ τῶν οὐρανίων ἄγευστος ἀπέμεινεν ἀγαθῶν, ἔξω τε τῆς ἱερᾶς τῶν 5 ἁγίων πληθύος ἀπεληλαμένος γέγονε, κατὰ τὸν τοῦ προφήτου
6 λόγον “ὡς ἡ ἀγρία μυρίκη ἡ ἐν τῇ ἐρήμῳ, ἢ οὐκ ὄψεται 7 “ὅταν ἔλθῃ τὰ ἀγαθά.” ὁ δὲ κρείττων ὄκνου καὶ ὑποστολῆς, καὶ τὴν εἰς αὐτὸν ἀγάπην καὶ πίστιν εἰς νοῦν καὶ καρδίαν εἰσοικισάμενος, ἀντέκτισιν ἔχει τῆς τοιᾶσδε γνώμης, καὶ γέρας ἐξαίρετον τὴν ἀμήρυτον ζωὴν, καὶ τὴν τῶν πλημμελημάτων
ἀπόθεσιν, καὶ τὸν διὰ Πνεύματος ἁγιασμόν. δεδικαιώμεθα γὰρ “οὐκ ἐξ ἔργων νόμου, κατὰ τὸ γεγραμμένον, διὰ 8 πίστεως δὲ μᾶλλον τῆς εἰς Χριστόν. καὶ “Ὁ μὲν νόμος Rom. iv. “ἀργὴν κατεργάζεται,” καλεῖ γὰρ εἰς δίκας τοὺς παραβαίνοντας, 9 ἐξίστησι δὲ τὴν ὀργὴν ἡ χάρις, λύουσα τὰ
ἐγκλήματα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.