καὶ σκαιότητος εἰς ἅπαν ἥκοντες μέτρον, καίτοι πολὺ λίαν ἀνεξικακοῦντος Θεοῦ. ἐπειδὴ δὲ ἅπαξ γεγόναμεν ὑπ’ ἐκείνοις, ἀλλήλους οἱ δείλαιοι κατεδηδόκαμεν. οὐ γὰρ ἦν τῆς εἰρήνης ὁ βραβευτὴς, ἡγούμενος ἐφ’ ἡμᾶς, τουτέστι χριστὸς, ὁ γῆς τε καὶ οὐρανοῦ καὶ πάντων δεσπότης· ταύτῃτοι γεγόναμεν
ὡς ἰχθύες, ἀλογώτατοι μὲν καὶ ἄφωνοι παντελῶς. 2 οὐ γὰρ ἦν ἐν ἡμῖν εὐσεβείας λόγος, οὐ φωνὴ δοξολογίας τῆς εἰς Θεὸν, ἀλληλοκτονοῦντες δὲ μᾶλλον καὶ ζωὴν ἔχοντες τὴν ἀλογωτάτην, Θύσιν ἐν ἴσῳ διετελοῦμεν ἐν κόσμῳ, 3 πικρός τε ἦν οὕτως ἐν ἑκάστῳ νοῦς, ὡς ἤδη δοκεῖν ἐκτεθηριῶσθαι
παντελῶς, καὶ τοῖς ἰοβόλοις ὅσον ἧκεν εἰς θυμοὺς καὶ πικρίας ἢ λοιπὸν παρισῶσθαι, ἢ καὶ ἔτι τὰ ἐκείνων ἐπείγεσθαι νικᾶν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.