1 νᾶς πλέκουσι τοῖς ἀσθενεστέροις, εἰς ἐννοίας ὁ Προφήτης εὐθὺς τοιαυτασί πὼς ἁρπάζεται. μυρία μὲν γὰρ ὅσα δεινὰ καὶ παγχάλεπα τοὺς τῶν Ἰουδαίων δήμους εἴργασται κακὰ τῶν Βαβυλωνίων ἡ ὠμοτάτη πληθὺς, οἳ καὶ τῆς ἑαυτῶν 2
ἀγριότητος τὴν ὑπερβολὴν εἰς τοῦτο δεινότητος μέτρον παρεκόμισαν, ὡς μηδὲ αὐτῶν ἀποσχέσθαι τῶν θείων χώρων, προσεμπρῆσαι δὲ τοῖς ‘Ιεροσολύμοις καὶ τὸν διαβόητον νεὼν, καὶ ὁμοῦ τοῖς ἀγελαίοις τοὺς τῶν θείων θυσιαστηρίων ἱερουργοὺς ἁρπάσαι καὶ βεβηλῶσαι τὰ ἅγια, κατὰ τὸ γεγραμμένον. 3
ἐπειδὴ δὲ οἴκοι γεγόνασιν, εὔθυμοί τε διετέλουν, καὶ πλοῦτον τὸν ἐξ ἁρπαγῆς ἔχοντες, οὐ τῶν ἀνοσίως αὐτοῖς πεπλημμελημένων αἰτούμενοι δίκας, οὐ δεδιότες ἐχθροὺς, οὐ πολέμου πτοίας· κατεξανιστάμενοι ἱστάμενοι δὲ μᾶλλον ἁπάντων αὐτοὶ, 4 καὶ ὧν ἃν ἕλοιντο κατακρατοῦντες εὐκόλως, καὶ εὐημεροῦντες
ἄγαν, καὶ ταῖς τῶν ἀπολωλότων ἐναβρυνόμενοι συμφοραῖς, καὶ ἐν αὐχημάτων ποιούμενοι τάξει τὸ εἰς ὀργὰς ἀκρατὲς, τὸ εἰς πλεονεξίας ἀχάλινον, τὴν κατὰ πάντων ὑπεροχήν.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.