τὸν νοῦν τῶν εἴρη μένων, ἐκεῖνα διασκεπτώμεθα. εἰ γὰρ λέγοιτο μὲν περὶ τοῦ βασιλέως τῶν Βαβυλωνίων, ὡς εἰς κρῖμα τετακται παρὰ Θεοῦ, φαμὲν ὅτι τέτακται πληρώσων τὸ κατά γε τῶν ἐξ Ἰσραὴλ ἐκβεβηκὸς ἄνωθεν κρῖμα, τουτέστι τὴν 1 πόρθησιν, τὴν αἰχμαλωσίαν, τὸν τῶν πόλεων ἐμπρησμὸν,
καὶ ἁπαξαπλῶς, τῆς Ἰουδαίας τὴν δήωσιν. εἰ δὲ τοῦτο μὲν οὐχὶ, περιτρέψομεν δὲ τὴν δύναμιν τοῦ νοήματος εἰς τὸ τοῦ Ἰσραὴλ πρόσωπον, πάλιν ἐκεῖνό φαμεν, ὅτι καὶ αὐτὸς τετακται εἰς κρῖμα παρὰ Θεοῦ· τὸ δὲ εἰς κρῖμά φαμεν, ὅτι εἰς κατάκριμα. καὶ γοῦν καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς
ἔφη που περὶ τῶν Ἰουδαίων “Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον 2 “τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ 3 “βλέποντες τυφλοὶ γένωνται· τὸ δὲ εἰς κρῖμα φησιν εἰς κατάκριμα. κατακέκριται τοίνυν ὁ Ἰσραὴλ ὡς ἠδικηκὼς, ὡς καταρρᾳθυμήσας τῶν νόμων, ὡς λελυπηκὼς οὐ μετρίως τὸν
τῶν ὅλων Δεσπότην. ἐμὲ δὲ, φησὶ, τουτέστι τὸν Προ- 4 φήτην, ἔπλασεν, ἤγουν ἐποίησέ τε καὶ παρεσκεύασεν εἰς τὸ δεῖν ἐλέγξαι τὴν παιδείαν, ἢν ὡρίσατο κατ’ κὐτοῦ· ὡς γὰρ παιδεία καὶ μάστιξ τῷ Ἰσραὴλ ἐπενήνεκται ὁ πόλεμος, καὶ τρόπος ἦν τιμωρίας τὸ συμβεβηκὸς, οὐ Βαβυλωνίων 5 ἁπλῶς ἐγχείρημα. εἰ δὲ δή τις ἔροιτο καὶ λέγοι, φησὶν,
Ἀνθ’ ὅτου δὴ κολαστὴς τέθειται ὁ Βαβυλώνιος, ἤγουν εἰς κατάκριμα καὶ εἰς τὸ παθεῖν ὁ Ἰσραὴλ, ἐκεῖνο λέγων ἀντακούσεται ‘Ως ἔστιν ὁ τοῦ Δεσπότου καθαρὸς ὀφθαλμὸς, καὶ οὐκ ἂν ἀνάσχοιτό ποτε πονηρῶν τε καὶ ἀνοσίων πραγμάτων γίνεσθαι θεατὴς, οὐδ’ ἂν ἐπιβλέψειεν ἐπὶ πόνους τοὺς ἐξ
ἀδικιῶν καὶ πλεονεξίας τοῖς ἀσθενεστέροις συμβαίνοντας. ἀποφέρει γὰρ ἀεὶ τῶν τὰ τοιάδε δρᾶν εἰωθότων τὸν ὀφθαλ- 6 μόν. οὗ δὴ γεγονότος, πάντη τε καὶ πάντως τὰ δεινὰ συμβήσεται, καὶ ἐν τοῖς ἐσχάτοις ἔσται κακοῖς ὁ πεπονθὼς τὴν ἀποστροφήν. καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Δαυεὶδ ἐλιπάρει
7 “Μὴ Μῆ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ μὴ ἐκ- “κλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.” ἕψεται γὰρ πάντως ταῖς θείαις ἀποστροφαῖς τὰ ἐξ ὀργῆς συμβαίνοντα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.