λέγων, ὡς οὐκ ἂν ἑτέρῳ τῳ πρέποι τὸ ἀνακομίσαι τὸν Ἰσραὴλ, καὶ ἀπαλλάξαι δεσμῶν καὶ δουλείας, καὶ κατελεῆσαι συντετριμμένον, πλὴν ὅτι μόνῳ Θεῷ, τῷ πάντα εὐκόλως ἰσχύοντι κατορθοῦν, καὶ καταλεαίνοντι μὲν τὸ τραχὺ, καταστορνύντι δὲ ὥσπερ τὸ ὑψοῦ τε καὶ ἄναντες, ᾧπερ ἂν λέγοιτο
2 παρὰ παντὸς ἁγίου “Πάντα δύνασαι, καὶ οὐδέν σοι ἀδυνα- 3 “τεῖ.” εἶτά φησιν ὁ Προφήτης οὐχὶ σὺ λό’ ἠχῆς Κύριος ο Θεὸς ο ἄγιος μου μου; καὶ οὐ μὴ αποανωμεν. εἰ γὰρ καὶ ηπάτηται, φησὶν, ὁ Ἰσραὴλ, καὶ πρὸς πλάνησιν παρεκομίσθη καὶ ψευδολατρείας ἀλλοκότους, ἀλλ’ ἦσθα σὺ πάλιν ὁ τῶν
ὅλων Θεὸς, ὁ καὶ πάλαι πταίοντας κατοικτείρων ὡς ἅγιος, καὶ ἀνωλέθρους διατηρῶν, καὶ οὐκ ἐφιεὶς εἰσάπαν ἀπολέσθαι τὸν Ἰσραήλ. οὐκοῦν οὐ μακρὰν ἐλπίδος, ὅτι καὶ σωθήσεται καὶ τὰ σκυθρωπὰ παραδραμεῖται, κατοικτείροντός γε σου, 4 καὶ τὰ πέρα λόγου κατανύοντος. ἔχαιρον δὲ καὶ οἱ ἅγιοι,
τὴν ἐν ἐσχάτοις καιροῖς τοῦ Ἰσραὴλ σωτηρίαν ἀναμανθάνοντες, προσῆγον δὲ καὶ λιτὰς, καὶ φωνὰς ἀνῆπτον χαριστηρίους καὶ ᾠδάς. καὶ γοῦν ὁ μακάριος Δαυεὶδ τὴν ἐπ’ αὐτοῖς ἐσομένην ἡμερότητα προεγνωκὼς διὰ τοῦ Πνεύματος, καὶ μονονουχὶ τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἀνιεμένους ὁρῶν,
5 ψάλλει καί φησιν “Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρε- 6 “ψας τὴν αἰχμαλωσίαν Ἰακώβ. ἀφῆκας τὰς ἀνομίας τῳ
“λαῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.