πρός γε δὴ τούτοις ταῖς ἀλκιμωτάταις τῶν ‘Ρωμαίων προσ- 1 βολαῖς. προσκεκρούκασι γὰρ τῷ λέγοντι “Καὶ ἐγὼ “αὐτοῖς, λέγει κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν “ἔσομαι ἔσομαι ἐν μέσῳ αὐτῆς.’ εὐάλωτος δὲ οἶμαι πᾶς νοῦς καὶ εὐανάτρεπτος κομιδῆ τῆς ἄνωθεν εὐσθενείας τητώμενος· πᾶσα
2 γὰρ ἡμῶν ἰσχὺς καὶ ἀσφάλεια παρὰ Θεοῦ· ποιήσομεν γὰρ ἐν αὐτῷ καὶ “δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας “ἡμᾶς,” κατὰ τὸ γεγραμμένον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.