καὶ τῆς ἐπ’ αὐτοῖς ἀνεξικακίας μονονουχὶ καταιτιωμένου τὴν μέλλησιν· μισοπόνηρον γάρ τι χρῆμα ψυχὴ δικαία καὶ φιλάρετος· τοῖς καταφρονεῖν εἰωθόσιν ὁ τῶν ὅλων Θεὸς ἐπιφθέγγεται λοιπὸν ἰδεῖν τε καὶ ἐπιβλέψαι καὶ 1 θαύματος ἀξιοῦν τὰ ὅσαπερ ἂν θαυμάζεσθαι πρέποι. ταῦτα
δὲ ἦν τὰ οἱονεί πὼς ἐπηρτημένα, καὶ ὅσον οὐδέπω μέλλοντα συμβήσεσθαι, καὶ ἀπευκτὴν ἔχοντα τὴν προσβολὴν καὶ κατεστυγημένην τὴν ἔφοδον, ἃ δὴ καὶ προαναθρεῖν αὐτοῖς χρησίμως προστέταχεν, οὐκ ἀνικάνως ἔχοντα πρός γε τὸ ἀφανίσαι δύνασθαι τοὺς ἐφ’ οὓς ἃν ἰόντα φαίνοιτο· θαυμαστὰ
δὲ ὅτι καὶ ἀδόκητα, καὶ παρ’ ἐλπίδα καὶ δύσοιστα 2 καὶ δι’ ὑπερβολὴν δεινότητος καταπλήττειν οἷά τε, τάχα δέ που καὶ ἀπιστούμενα. φιλεῖ γάρ πὼς ἀεὶ τὰ ἐν πολλῷ μεγέθει τῶν κακῶν ἐγγὺς εἶναι λίαν τοῦ καὶ ἀπιστεῖσθαι δεῖν, εἰ δὴ μάλιστα τοῖς οὐδαμόθεν παθεῖν ἠλπικόσιν ὁρῷτο
συμβαίνοντα. τίς γὰρ ἂν ᾠήθη πώποτε τὸν ἠγαπημένον Ισραὴλ, τὸν πρωτότοκον ἐν τέκνοις, δι’ ὃν ἀπόλωλεν Αἴγυπτος, ἔθνη τε μυρία πεπτώκασι, Χαναναίων καὶ Ἀμοῤῥαίων, Εὐαίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων, καθικέσθαι πρὸς τοῦτο ταλαιπωρίας, ὡς ἅπασαν μὲν αὐτοῖς ἐξαναστῆναι
τὴν χώραν, ἀκλεᾶ δὲ αὐτοὺς καὶ δύσοιστον ἀνατλῆναι δουλείαν, 3 ἐπ’ ἀλλοδαπῆς ἀλητεύοντας μετὰ τὰς ἐκ τοῦ πολέμου 4 προσβολὰς, αἷς οὐκ ἀπόχρη πᾶς λόγος, εἰ δὴ βούλοιτό τις ἕκαστα διατρανοῦν; ἐμπρησμοί τε γὰρ γεγόνασι καὶ ἀνδροκτασίαι, καὶ γυναικῶν ἕλξεις, καὶ νηπίων εἰς γῆν προσῥήγματα, 5 καὶ ᾗ φησὶν ὁ προφήτης ‘Ιερεμίας “Χεῖρες γυ- “ναικῶν οἰκτιρμόνων ἕψησαν τὰ παιδία ἑαυτῶν.” πεπόρθηνται
δὲ καὶ αὐτὰ τὰ ἅγια, καὶ τῶν εἰς λῆξιν κακῶν 6 ἡκόντων τοῖς ἑλοῦσιν ἀνεπιτήδευτον ἦν οὐδέν. ἄπιστα δὴ οὖν καὶ οἷον ἀπίθανα πρὸς ἐξήγησιν δι’ ὑπερβολὴν ὠμότητος τῆς τῶν δεδρακότων. ταύτῃτοί φησιν ἐν ταῖς ἡμεραις αὐτῶν ἔργον εργάσασθαι ὃ οὐ μὴ πιστεύσωσιν, εἰ δή τις αὐτοῖς
εκδιηγεῖται τυχόν. εἰπὼν δὲ τὸ ἐν ταῖς ὴμεραις ὑμῶν, ἐφῆκε νοεῖν, ὡς οὐ μακρὸς μεταξὺ διιππεύσει χρόνος· ἁλλ’ οἷον ἀγχίθυρος καὶ εὐθὺς καὶ γείτων ὁ πόλεμος, καὶ οὐκ εἰς μακρὰν ἡ δίκη.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.