καὶ τῆς προκειμένης προφητείας ὁ τρόπος, ἔμπλεω γεμὴν αὐτὸν οἰκονομίας ἁγιοπρεποῦς εὑρήσομεν· πρέπει γὰρ 1 αὐτοῖς τοῖς ἁγίοις ἐπιφωνεῖν τε καὶ λέγειν “Οὐχ ὑμεῖς ἐστε “οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν “ἐν ὑμῖν.” δεῖ δὲ δὴ τοῖς ἐθέλουσι νοεῖν ἀγχινοίας οὐ μικρᾶς·
2 ἐπεί τοι τῆς προφητείας τὸν σκοπὸν διττὴν ἐν ἑαυτῷ τὴν θεωρίαν ὠδίνοντα κατίδοι τις ἃν, πνευματικήν τε ἅμα καὶ ἱστορικήν· προαφηγήσομαι δὲ χρησίμως, καὶ ὡς ἐν βραχεῖ συνενεγκὼν, τῆς προφητείας τὰ μέρη, καὶ ἐφ’ ὅτῳ γέγονεν ἐρῶ. ἴοι γὰρ ἃν οὕτω τοῖς ἐντευξομένοις δι’ εὐμαρείας ὁ
νοῦς, καὶ οὐδὲν εὑρήσει τὸ ἄναντες. ἀσχάλλοντος τοίνυν 3 τοῦ Ἰσραὴλ οὐ μετρίως ἐπὶ τοῖς διὰ τῶν προφητῶν προαπηγγελμένοις· ᾖδον γὰρ ἦδον, ὡς ἔσται κατὰ καιροὺς αἰχμάλωτος, πεσεῖται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν, καὶ ὑπὸ ζυγὰ κείσεται τῆς ἀσυνήθους δουλείας· πειρᾶται δὴ διδάσκειν 4
ὁ μακάριος οὗτος Ἀμβακοὺμ, ὅτι ψήφῳ δικαίᾳ τοῦ πάντων κρατοῦντος Θεοῦ κατὰ καιροὺς αὐτοῖς τὰ τοιάδε συμβήσεται, καὶ ἐπ’ αἰτίαις εὐλόγοις. ἐκτετιμηκότες γὰρ αὐτοὶ τὴν ἔξω νόμου καὶ ἐκτοπωτάτην ζωὴν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν κατεψευσμένων ἀπονενευκότες, οὐ διαλελοίπασιν ἐφ’ ἑαυτοῖς
παραθήγοντες τὸν ἀκήρατον νοῦν, μέχρις ἂν αὐτοῖς εἰς τοῦτο λοιπὸν ἀθλιότητος κατέβη τὰ πράγματα. καὶ τοῦτο καθίστησιν ἐναργὲς, τῶν ἀνοσίως βιοῦν ᾑρημένων ποιούμενος 5 τὴν κατάρρησιν, καὶ τῆς ὅλης προφητείας προεισβολὴν ὥσπερ τινὰ καὶ ὑπόθεσιν τὸ χρῆμα τιθεὶς, εἶτα Θεὸν εἰσκεκομικὼς
ἀπειλοῦντα τοῖς καταφρονηταῖς τῶν Βαβυλωνίων τὴν ἔφοδον. ἐπειδὴ δὲ ἐχρῆν αὐτὸν οὐχὶ μόνων τῶν σκυθρωπῶν καὶ τῶν ὅτι μάλιστα καταλυπεῖν εἰωθότων προαγορευτὴν ἀναφαίνεσθαι, καὶ εἰς μέσον ἥκειν, καὶ τὰ πάντων αἴσχιστα τῶν κακῶν ὡς ἔσται κατὰ καιροὺς αὐτοῖς προαναφωνεῖν,
ἁλλά τι καὶ τῶν τελούντων εἰς ἄκεσιν προαφηγεῖσθαι χρησίμως, καὶ τὰ δι’ ὧν εἰκὸς ἦν ἀναπνεύσειν τοὺς πεπονθότας 6 προαναφθέγγεσθαι· κατακέκραγε καὶ αὐτῆς τῆς τῶν Βαβυλωνίων ὠμότητος, καὶ καταφρονητὰς ὀνομάζει τοὺς καὶ αὐτὸν τὸν θεῖον κατεμπρήσαντας ναὸν, καὶ τὴν ἁγίαν δὲ πόλιν
πεπορθηκότας, καὶ σκευῶν τῶν ἱερῶν ἀφειδήσαντας. “Εἰς 7 “τί γὰρ, φησὶν, ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας, παρασιω- “πήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;” εἶτα προστέᾔδει 8 θεικε καὶ μάλα σαφῶς καὶ αὐτῆς τῆς Βαβυλῶνος τὴν ἅλωσιν, καὶ τῶν πεπονθότων τὴν ἀσυνήθη δουλείαν τὴν διὰ Κύρου d κατὰ καιροὺς ἐκλύτρωσιν. ἀπὸ δέ γε τῆς μερικῆς λυτρώσεως μέτεισιν ὁ λόγος εὐφυῶς ἐπὶ τὴν καθόλου καὶ γενικωτάτην, τουτέστι, τὴν διὰ Χριστοῦ γεγενημένην ἅπασι τοῖς διὰ
πίστεως ἐκλελυτρωμένοις, καὶ τὸν τῆς ἁμαρτίας ζυγὸν ἀποτιθεμένοις, καὶ πικρὸν καὶ ἀνήμερον ἀποφυγοῦσι δεσπότην, τὸν σατανᾶν. ἔχεις ἐν τούτοις τῆς ὅλης ἡμῖν προφητείας ὡς ἐν βραχέσι συνειλεγμένον τὸν σκοπόν· ἐροῦμεν δὲ, ἀνὰ μέρος ἕκαστα διαλαμβάνοντες ὡς ἔνι.
9 10
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.