2 καταποντίζον εἰς ἀπώλειαν. “Ποταμοὶ δὲ ἡμᾶς οὐ συγ- 3 “κλείσουσι, κατὰ τὸ γεγραμμένον, οὔτε μὴν “καταπίεται “βυθὸς, ἀλλ’ οὐδ’ ἃν καταποντίσαι καταιγὶς” εὐαρεστεῖν ἐθέλοντας τῷ Θεῷ. τότε γὰρ δὴ τότε τὰς τῶν δαιμονίων πλεονεξίας ἀνδρωδῶς ἐκδύναντες, καὶ τῆς ἐκείνων σκαιότητος
4 ὀλίγα κομιδῆ φροντίσαντες, χαίροντες ἐροῦμεν “Εἰ μὴ ὅτι “Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ, εἰ μὴ ὅτι “ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα 5 “ζῶντας ἂν κατέπιον ἡμᾶς·” καὶ πάλιν “Χείμαῤῥον διῆλθεν “ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ
“ἀνυπόστατον.” εἰ γὰρ καὶ ἔστιν ἀνυπόστατον καὶ ταῖς ἡμετέραις διανοίαις ἀνανταγώνιστον τῆς διαβολικῆς ἐπηρείας 6 τὸ ὕδωρ, τουτέστιν, ὁ διὰ παθῶν ἐπικλυσμὸς, ἀλλ’ ἐν Χριστῷ δυνησόμεθα. παρελευσόμεθα γὰρ οἷά τινα χείμαῤῥον τῆς ἐκείνου δυστροπίας τὴν ἔφοδον.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.