ἀλογῆσαι παντελῶς, πατῆσαι δὲ καὶ αὐτὴν τὴν εἰς ἀδελφοὺς ἀγάπην. ὄμνυσι τοίνυν καθ᾿ ὑπερηφανίας Ἰακώβ. καὶ που φαμὲν ὅρκιον ποιεῖσθαι τὸν τῶν ὅλων Θεὸν τήν τινων ὑπεροψίαν· ὄμνυσι δὲ κατ’ αὐτῆς, τουτέστι καθορίζων αὐτῆς τὴν ἀξίαν δίκην. τί δὲ δὴ καὶ ὄμνυσιν ὅλως; ὡς οὐκ ἂν ἔτι
παραδράμοι τὰ ἐγκλήματα, καὶ μέχρι τέλους ἀνέξεται. τοῦτο γὰρ οἶμαι τὸ εἰς νῖκος ἐστὶ, τὸ μέχρι παντὸς καὶ εἰς ἀπονίκησιν 2 τρέχον. εἶτά φησιν, ὅτι λήθης ἀνῃρημένης τῆς ἐπί γε φημὶ τοῖς ἀνοσίοις αὐτῶν πλημμελήμασι, πῶς οὐκ ἂν γένοιτο θορύβου μὲν ἔμπλεως ἡ γῆ, καταθεόντων αὐτὴν τῶν
ἐχθρῶν, αὐτοὶ δὲ πενθήσουσι δεινήν τε καὶ δυσδιάφυκτον 3 ἀνατλάντες συμφοράν; καὶ τίς αὕτη πάλιν; ἀναβιβασθήσεται γὰρ ἐπ’ αὐτοὺς συντέλειά φησιν ὡς ποταμὸς Αἰγύπτου, πάντα κατακαλύπτων, καὶ πολλοῖς καὶ ἀμάχοις ῥεύμασιν ὅλην ἐπικλύζων τῆς Σαμαρείας τὴν γῆν· καταβήσεται δὲ 4 καὶ ὁμοίως πάντα κατασύρων τὰ παρεμπίπτοντα, καὶ οὐ.
δενὸς τὸ σύμπαν φειδόμενος. ἀνεβη γὰρ ἐπ’ αὐτοὺς ὁ Σεναχηρεὶμ μυριάνδροις στρατιαῖς, οἷά τις ποταμὸς καταπλημμυρῶν τῆς γῆς, καὶ ὑφ’ ἑαυτῷ τὰ πάντα ποιούμενος· ἀπέβη δὲ πάλιν εἰς τὴν ἑαυτοῦ, πλείστην τε ὅσην καὶ ἀναρίθμητον αἰχμαλωσίαν ἐπισυρόμενος.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.