γὰρ ἔστιν ἔτι παρ’ αὐτοῖς προφήτης, οὐ διδάσκαλος ἀκριβὴς τῆς Μωυσαϊκῆς ἱστορίας τὸ πάχος ἀπολεπτύνειν εἰδὼς, καὶ τὰ τοῖς γράμμασι κεχωσμένα διατρανοῦν μυστήρια. οὐ προσήκαντο 1 γὰρ λέγοντα τὸν Χριστόν “Ἐγώ εἰμι ὁ ἄρτος τῆς 2 “ζωῆς, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ
“κόσμῳ” ἤκουον δὲ ταύτῃτοι καὶ πάλαι λέγοντος αὐτοῦ διὰ φωνῆς Ἡσαΐου “ Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, 3 “ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς “δὲ διψήσετε. ” καὶ γάρ ἐστιν ἀληθὲς ὡς “ Οὐκ ἃν λιμο- 4 “ κτονήσῃ ποτὲ Κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν
“ἀνατρέψει,” τὸν θεῖον αὐτοῖς οὐ καθιεὶς λόγον τὸν ἀποτρέφοντα τὸν νοῦν εἰς ἔφεσιν ἀρετῆς. ὡς γὰρ αὐτὸς εἴρηκεν 5 ὁ Σωτῆρ’ “Ούκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ 6 “ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.