μαθεῖν τοτηνικάδε τινὲς τί τὸ θέλημα τοῦ Θεοῦ, καὶ τί δρῶντες ἢ λέγοντες τῆς παρ’ αὐτοῦ τεύξονται φειδοῦς, ἵν 1 ἔξω φέροιντο τῆς ὀργῆς, οὐκ ἔσται, φησὶν, ὁ διδάσκων. λιμὸν γὰρ ἐποίσω τῶν παρὰ Θεοῦ λόγων αὐτοῖς, ὡς μηδένα παντελῶς εὑρεθῆναι προφήτην, κἂν εἰ ἐκ δυσμῶν τρέχοιεν
εἰς ἠῶ, κἂν εἰ ἐκ μεσημβρίας ἐπὶ τὰ βόρεια. τούτῳ παραπλήσιόν ἐστι τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν μακάριον 2 Ἰεζεκιήλ “Καὶ τὴν γλῶσσάν σου συνδήσω καὶ ἀποκωφω- “θήσῃ, καὶ οὐκ ἔση αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, ὅτι οἶκος “παραπικραίνων ἐστίν.” οἱ γὰρ ἅπαξ τὸν παρὰ Θεοῦ
διαπτύσαντες λόγον, οὐδ’ ἃν εἰ ἑκόντες ἔτι βούλοιντο, λαβεῖν 3 ἔχοιεν ἂν εἰκότως. ὕδατα δὲ σαλευόμενά φησι τὴν τῶν Ἰουδαίων ἀμέτρητον πληθὺν, ὡς ἐν θορύβοις γεγενημένην, 4 καὶ τοῖς ἐν θαλάσσῃ κύμασι προσεοικυῖαν λοιπὸν, ἃ ταῖς τῶν ἀνέμων ἐμβολαῖς διαριπτεῖται πανταχῆ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.