ὑπηρετεῖν, καὶ παρ’ οὐδὲν ποιεῖσθαι τὰ ἀνθρώπινα, κἂν εἰ πολέμους αὐτοῖς καὶ θλίψεις ἐπιφέρωσί τινες. ὁ μὲν γὰρ μακάριος Ἀμὼς ἀλογήσας παντελῶς τῆς Ἀμασίου σκαιότητος, οὐχ ὅπως σεσίγηκεν, ἀλλὰ γὰρ καὶ τὴν ἐπ’ αὐτῷ κατάρρησιν ἐποιεῖτο νεανικῶς· οἱ δέ γε θεσπέσιοι μαθηταὶ 1
σιωπᾶν αὐτοῖς προστεταχότων ποτὲ τῶν γραμματέων καὶ Φαρισαίων, διαρρήδην ἔφασκον “Εἰ δίκαιόν ἐστιν ἐνώπιον 2 “τοῦ Θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ Θεοῦ, κρίνατε· οὐ “δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.”
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.