Ἀσσύριον, ἤτοι τὸν Γὼγ ἐπιδείξας τῷ Προφήτῃ Θεὸς, ἑαυτὸν ἤδη πὼς ἑστῶτα λοιπὸν ἐπὶ τείχους ἀδαμαντίνου δείκυνσιν, ἵνα διὰ τούτου νοῆται μονονουχὶ βεβηκὼς ἐπ’ ἀῤῥήκτῳ δυνάμει, καὶ ἀκατάσειστον ἔχων τὴν ἐπὶ τοῖς ἰδίοις ἀγαθοῖς ἀσφάλειαν. παναλκὲς γὰρ τὸ θεῖον, καὶ ἐρηρεισμένην
ἔχει τὴν ὑποβάθραν, ὅτι μεταπίπτειν οὐκ οἶδεν, ἀλλ’ ἔστι τροπῆς ἄμεινον, καὶ ἐν τοῖς ἰδίοις, ὡς ἔφην, ἀγαθοῖς 1 ἀεὶ καὶ διαπαντὸς ἐρηρεῖσθαι φιλεῖ.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.