ἀλλὰ γὰρ καὶ πλείστας ὅσας τῶν ἐν Σαμαρείᾳ κατενεπίμπρων 1 πόλεις. ἡ δίκη τοίνυν, φησὶ, τουτέστιν ἡ ἐκδίκησις ἡ διὰ πυρὸς, κατεδήδοκε τὴν ἄβυσσον τὴν πολλὴν, τὸν Ἐφραῒμ δηλονότι, διὰ πολλὴν καὶ ἀμέτρητον πληθὺν ἄβυσσον ὠνομασμένον. κατεδήδοκε δὲ οὐδὲν ἧττον τὴν μερίδα τὴν μικρὰν,
τουτέστι, τὸν Ἰούδαν καὶ Βενιαμίν. οὐκ εὐαριθμήτους γὰρ τῆς Ἰουδαίας ἐμπρήσας πόλεις, μετὰ τοῦτο καὶ αὐτὴν λοιπὸν πεπολιόρκηκε τὴν Ἱερουσαλὴμ ὁ ἀλαζὼν Ραψάκης. ἐκμειλισσομένου δὲ τοῦ Προφήτου πάλιν, καὶ μετανοεῖν, ἤτοι μεταβουλεύεσθαι, τὸν τῶν ὅλων Θεὸν ἀναπείθοντος, Οὐκ ἂν 2
γένοιτο τοῦτό φησιν ὁ τῶν ὅλων Δεσπότης. τί οὖν ἐντεῦθεν εἰσόμεθα πάλιν; ὅτι τὰ πέρα λόγου τῶν πλημμεληαὐτὸ 3 μάτων, καίτοι πολὺ λίαν ἀνεξικακεῖν εἰδότα Θεὸν παραθήγει δεινῶς, καὶ τὰς τῶν ἁγίων μονονουχὶ καὶ ἀπράκτους ἀποφαίνουσι προσευχάς. καὶ γοῦν ἔφασκε πρὸς τὸν προφήτην 4 Ἱερεμίαν περὶ τῶν ἐξ Ἰσραήλ “Καὶ σὺ μὴ προσεύχου περὶ “τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι αὐτοὺς καὶ
“μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαί σου.’’
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.