ἀναπείσει λέγων Εἰ διώξονται ἐν πέτραις ἵπποι; ὅμοιον γὰρ ὡς εἰ λέγοι σαφῶς Ἀγέρωχον μὲν τὸ ζῷον, καὶ τῶν ὅτι μάλιστα δρομικωτάτων ἵππος, ἀλλ’ ὁ τόπος αὐτῷ εἰς τὸ θέειν ἐπιτήδειος, οὐκ εἴ τις εἴη πετρώδης καὶ ὄχθου πλέως, ἀλλ’ ὁ ψιλός τε καὶ λεῖος. εἶτα πῶς ὑμῶν καταδεδραμήκασιν
οἱ Ἀσσύριοι, καίτοι πάλαι τραχέος τε λίαν καὶ οἱονεὶ 1 πετρώδους ὄντος λαοῦ, καὶ ὑπ’ οὐδενὸς πώποτε τῶν πολεμίων πεπατημένου; ἀλλὰ Θεὸς ἦν ὁ ἠτιμασμένος, ὁ τὰ σκληρὰ καὶ δυσπόρευτα τοῖς πολεμοῦσι τιθεὶς βάσιμα καὶ ἱππήλατα. ὥσπερ δὲ οὐκ ἂν παύσαιντο, φησὶν, ὀρεκτιῶντες ἵπποι, καὶ 2 τοῖς τῆς φύσεως κέντροις θηλείαις παρούσαις ἐπιθηγόμενοί τε καὶ ἐπιθρώσκοντες, οὕτως οὐκ ἂν ἠρεμήσειαν οἱ ἐχθροὶ, θερμοτάτην τινὰ καὶ ἀκάθεκτον κατὰ τῶν δεδυσσεβηκότων 3 πο,ιούμενοι τὴν ὁρμήν. καὶ τίς ἡ τοῦδε πρόφασις; ὺμεῖς, καὶ οὐχ ἕτεροι. τὸ γὰρ ἐμὸν δίκαιον περὶ ὑμᾶς κρῖμα παρετρέψατέ
φησιν εἰς θυμὸν, καὶ ἀντὶ τοῦ καρποὺς ἔχειν δικαιοσύνης, τὸν ἁπάσης ὑμῖν εὐθυμίας πρύτανιν ἐξεβιάσασθε πρὸς ὀργὰς, πικρίας ἄξια δεδυσσεβηκότες. ἠλέει μὲν γὰρ ὁ πάντων Θεὸς ὡς ἐν Αἰγύπτῳ πεπονηκότα τὸν Ἰσραὴλ, ἀλλ’ οὐ διαλελοίπασι παροτρύνοντες. καὶ τοῦτο οἶμαί ἐστι
τὸ ἐξεστρέψατε εἰς θυμὸν κρῖμα.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.