ἐκ νομικῶν ἐνταλμάτων ἔχουσι τὴν ἀρχήν. γέγραπται μὲν γὰρ ἐν τῷ Λευιτικῷ, ὅτι δύο τινὲς ἄνδρες συνεπλάκησαν 2 ἀλλήλοις ἐν τῆ συναγωγῇ, εἶτα δεδυσφήμηκεν εἷς τῶν μεμα- Τημένων, ὁ τῆς Αἰγυπτίας υἱὸς, καὶ τελευτᾷ μὲν λιθόλευστος. ἐτίθει δὲ νόμον εὐθὺς τὸν ἐπὶ τῷδε Θεὸς, οὕτω
λέγων “Ἄνθρωπος ἂν καταράσηται Θεὸν αὐτοῦ, ἁμαρτίαν 3 “ λήψεται, ὀνομάζων δὲ τὸ ὄνομα Κυρίου, θανάτῳ θανα- 4 “τούσθω.’’ οὐκοῦν τὸ ὀνομάσαι τὸ ὄνομα Κυρίου, τὸ δυσθημεῖν ἐστὶν, εὐφήμοις λέξεσι διὰ τῶν ἱερῶν ἐκπεφωνημένον γραμμάτων. ἐπειδὴ δὲ πολλοῖς ἔθος, εἰ γένοιντό πὼς ἐν
λύπαις, παλιμφήμους ἐσθ’ ὅτε ῥίπτειν κατὰ Θεοῦ φωνὰς, ἀπαγγέλλοντα, φησὶ, τὸν προεστηκότα τῆς οἰκίας, ὡς οὐδείς ἐστιν ἔτι παρ’ αὐτῷ, καί τι πεπονθότα τῶν ἐξ ἀνηκέστου συμφορᾶς, ἐπιστομιεῖ φησὶν ἵνα μὴ ὄνομάσῃ τὸ ὄνομα Κυρίου, τουτέστιν, ἵνα μή τι τῶν παλιμφήμων εἴπῃ κατὰ Θεοῦ. 5
τοῦτο δ’ ἔστιν οὐκ εἰκῆ δεικνύοντος ἐπενηνεγμένην αὐτοῖς τὴν μάστιγα, καὶ κολάζοντος οὐ μάτην, ἀλλ’ ἐπὶ χρησίμῳ καὶ ἀναγκαίῳ. ἔστι γὰρ ἔστι, καὶ μάλα εὐκόλως, ὡς ἀπό γε τοῦ συμβεβηκότος ἰδεῖν, ὅτι μετέστησεν εἰς εὐλάβειαν 6 τοὺς ζῶντας ἔτι καὶ περιλελειμμένους ἡ τῶν πεπονθότων πληγὴ, καὶ δεδιέναι παρεσκεύασε τὸ προσκρούειν ἔτι Θεῷ, κἂν γοῦν ἐν ψιλοῖς αὐτὸν καταλυπῆσαι λόγοις, καίτοι πάλαι 7 καὶ τοῦτο δρᾶν ἀφυλάκτως εἰωθότας, προστιθέντας δὲ τοῖς λόγοις καὶ τὰς ἐν αὐτοῖς τοῖς πράγμασιν ὕβρεις. οὐκοῦν
ἄμεινον παρὰ πολὺ τοῖς γε ἀληθῶς ἀγαθοῖς καὶ σώφροσι πρὸ πληγῆς καὶ μάστιγος ἐπὶ τὴν τοῦ συμφέροντος ἰέναι θήραν, καὶ φθάσαι τὴν πεῖραν τῶν ἐξ ὀργῆς κινημάτων ἀποφοιτῶντας φαυλότητος, καὶ κατορθοῦν ᾑρημένους ἅπερ ἁνδάνοι κατὰ τὸ ἀληθὲς τῷ παναγίῳ Θεῷ.
8
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.