τίνα δὲ καταβιάσονται τὰ τῶν τεθνεώτων συναγείροντες 1 2 λείψανα; ἑαυτοὺς δηλονότι. φορτικὸν γὰρ καὶ δύσοιστον ἀληθῶς τὸ μυδώντων ἤδη καὶ σεσημμένων ἅπτεσθαι σωμάτων, καὶ ῥινὸς οἶμαί που μὴ τετρημένης τοῖς τὰ τοιάδε τολμῶσι χρεία· κακοσμίας γὰρ τῆς οὕτω δεινῆς οὐδὲν ἂν γένοιτο χεῖρον. ἑαυτοὺς οὖν ἄρα καταβιάσονται, τοῖς κατοιχομένοις
καὶ ἀπολωλόσιν ὑπὸ λιμοῦ τὸ συμπαθὲς χαριζόμενοι, διὰ τοῦ καὶ τάφων καὶ περιστολῆς ἀξιοῦν αὐτούς. 3 οἱ δὲ τοῦτο δρῶντες, φησὶ, περιεργάσονται λοιπὸν παρὰ τοῦ τὴν οἰκίαν εἰδότος, μὴ ἄρα τις εἴη μετ’ ἐκείνους ἕτερος, ἢ ζῶν ἔτι τυχὸν καὶ ἐν μυχοῖς λανθάνων, ἢ τεθνεὼς ἤδη καὶ ὀδωδώς.
ὁ δὲ ἀποκρίνεται λέγων Οὐκ ἔτι. τοῦτο δέ ἐστιν ἕτερον οὐδὲν, ἢ παντελοῦς ἐρημίας ἀπόδειξις ἐναργής.
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.