καὶ ἠγάπησε τὸν Ἰακὼβ ἐκ μήτρας, καὶ ἀπόλεκτον ἐποιεῖτο καὶ ἐν ἐμβρύοις ὄντα Θεός· Ἰακὼβ δὲ πάλιν φησὶ τοὺς ἐξ 2 Ἰακὼβ, ὧν τὴν ἐπάρατον ἀλαζονείαν· ὕβριν γὰρ ἔθος τὴν ὑπεροψίαν ὀνομάζειν τῇ θείᾳ γραφῆ· μεμισηκέναι φησίν. 3 ἢ γὰρ οὐχὶ τὸ χρῆμά ἐστιν ὑπεροψία λοιπὸν, τὸ παρωθεῖσθαί - φημι τὸ εἰς Θεὸν σέβας, εἰδώλοις δὲ ἀπονέμειν τὴν αὐτῷ πρεπωδεστάτην ὅτι μάλιστα δόξαν, καὶ προσέτι τούτοις
μήδε’ ἐπαΐειν ἀξιοῦν ὧν ἂν ἕλοιτο δηλοῦν διὰ προφητῶν ἁγίων, ἄθυρμα δὲ ὥσπερ ποιεῖσθαι τὴν ἀπειλὴν, καὶ πλήθει συμμάχων ἐπιθαρσήσαντας, ἀλογῆσαι παντελῶς τῆς παρ’ αὐτοῦ φειδοῦς καὶ ἐπικουρίας; εἶτα, πῶς τοῦτο ἀμφίβολον;
In XII Prophetas. Cyril of Alexandria. ed. Philip Edward Pusey. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.